Παρασκευή, 13 Σεπτεμβρίου 2019

ΛΙΤΗ ΜΕΤΑ ΤΗΣ ΑΡΤΟΚΛΑΣΙΑΣ

Ἀρτοκλασίας δὲ οὔσης, τῶν ἄρτων προτεθέντων ἐν τῷ μέσω τοῦ ναοῦ, ψάλλεται ἓν ἰδιόμελον τῆς λιτῆς τῆς ἀγομένης ἑορτής, ὁ δὲ ἱερεύς μετά τοῦ διακόνου ἐξέρχονται τοῦ Ιεροῦ μετά λαμπάδων καὶ θυμιατοῦ καὶ τῆς εικόνος τῆς ἑορτῆς καὶ λιτανεύσαντες ἐντός τοῦ ναοῦ ἔρχονται καὶ ἵστανται καὶ αὐτοί ἐν τῷ μέσω τοῦ ναοῦ.
Πληρωθέντος δὲ τοῦ ἰδιομέλου λέγει ὁ διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου καὶ τῶν δούλων αὐτοῦ (καὶ μνημονεύει τά ονόματα τῶν προσκομισάντων τοὺς ἄρτους) τῶν ἐπιτελούντων τὴν ἁγίαν ἑορτήν ταύτην καὶ προσφερόντων τά δώρα ταῦτα.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα καί ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν ( χώραν νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθόν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον μ’ (τετράκις ἀνὰ ι’) καὶ αὖθις ἐκ τρίτου.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον (γ΄)

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλεῆσαι ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
μήν

Ειρήνη πάσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου και ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων· εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμίν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπη τῶν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρόν και πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμάς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθός καὶ φιλάνθρωπος.
μήν

Τοῦ Κυρίου δεηθῶμεν
Κύριε, ἐλέησον

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ πόλει ( τῇ χώρα τῇ νήσω) ταύτῃ καὶ εἰς τὸν κόσμον σου ἅπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
μήν

(Ἱερατικό Α.Δ. ἔκδοση Θ΄ 2004)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου