Τρίτη, 3 Δεκεμβρίου 2019

Ἡ παρθένος σήμερον τὸν ὑπερούσιον τίκτει

Μηνὶ δεκεμβρίῳ κε´, κοντάκιον τῆς Χριστοῦ γεννήσεως,
ἦχος γ´, φέρον ἀκροστιχίδα·
«τοῦ ταπεινοῦ Ῥωμανοῦ ὕμνος»

Προοίμιον

Ἡ παρθένος σήμερον * τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ σπήλαιον * τῷ ἀπροσίτῳ προσάγει·
ἄγγελοι μετὰ ποιμένων * δοξολογοῦσι,
μάγοι δὲ μετὰ ἀστέρος * ὁδοιποροῦσι·
δι᾿ ἡμᾶς γὰρ * ἐγεννήθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

Οἶκοι

Τὴν Ἐδὲμ Βηθλεὲμ * ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ * ηὕραμεν, δεῦτε λάβωμεν
τὰ τοῦ παραδείσου * ἐντὸς τοῦ σπηλαίου·
ἐκεῖ ἐφάνη * ῥίζα ἀπότιστος * βλαστάνουσα ἄφεσιν,
ἐκεῖ ηὑρέθη * φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαυὶδ * πρὶν ἐπεθύμησεν·
ἐκεῖ παρθένος * τεκοῦσα βρέφος
τὴν δίψαν ἔπαυσεν εὐθὺς * τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ·
διὰ τοῦτο πρὸς τοῦτο * ἐπειχθῶμεν ποῦ ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

πατὴρ τῆς μητρὸς * γνώμῃ υἱὸς ἐγένετο,
ὁ σωτὴρ τῶν βρεφῶν * βρέφος ἐν φάτνῃ ἔκειτο·
ὃν κατανοοῦσα * φησὶν ἡ τεκοῦσα·
«Εἰπέ μοι, τέκνον, * πῶς ἐνεσπάρης μοι * ἢ πῶς ἐνεφύης μοι·
ὁρῶ σε, σπλάγχνον, * καὶ καταπλήττομαι,
ὅτι γαλουχῶ * καὶ οὐ νενύμφευμαι·
καὶ σὲ μὲν βλέπω * μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκμὴν * ἐσφραγισμένην θεωρῶ·
σὺ γὰρ ταύτην φυλάξας * ἐγεννήθης εὐδοκήσας
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

ψηλὲ βασιλεῦ, * τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ, * τί πρὸς γηΐνους ἤλυθας;
Σπηλαίου ἠράσθης * ἢ φάτνῃ ἐτέρφθης;
Ἰδοὺ οὐκ ἔστι * τόπος τῇ δούλῃ σου * ἐν τῷ καταλύματι·
οὐ λέγω τόπον, * ἀλλ᾿ οὐδὲ σπήλαιον,
ὅτι καὶ αὐτὸ * τοῦτο ἀλλότριον·
καὶ τῇ μὲν Σάῤῥᾳ * τεκούσῃ βρέφος
ἐδόθη κλῆρος γῆς πολλῆς, * ἐμοὶ δὲ οὐδὲ φωλεός·
ἐχρησάμην τὸ ἄντρον * ὃ κατῴκησας βουλήσει,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»

Τὰ τοιαῦτα ῥητὰ * ἐν ἀποῤῥήτῳ λέγουσα
καὶ τὸν τῶν ἀφανῶν * γνώστην καθικετεύουσα,
ἀκούει τῶν μάγων * τὸ βρέφος ζητούντων·
εὐθὺς δὲ τούτοις· * «Τίνες ὑπάρχετε;» * ἡ κόρη ἐβόησεν·
οἱ δὲ πρὸς ταύτην· * «Σὺ γὰρ τίς πέφυκας,
ὅτι τὸν τοιοῦτον ἀπεκύησας;
Τίς ὁ πατήρ σου, * τίς ἡ τεκοῦσα,
ὅτι ἀπάτορος υἱοῦ * ἐγένου μήτηρ καὶ τροφός;
Οὗ τὸ ἄστρον ἰδόντες * συνήκαμεν ὅτι ὤφθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

κριβῶς γὰρ ἡμῖν * ὁ Βαλαὰμ παρέθετο
τῶν ῥημάτων τὸν νοῦν * ὧνπερ προεμαντεύσατο,
εἰπὼν ὅτι μέλλει * ἀστὴρ ἀνατέλλειν,
ἀστὴρ σβεννύων * πάντα μαντεύματα * καὶ τὰ οἰωνίσματα·
ἀστὴρ ἐκλύων * παραβολὰς σοφῶν,
ῥήσεις τε αὐτῶν * καὶ τὰ αἰνίγματα·
ἀστὴρ ἀστέρος * τοῦ φαινομένου
ὑπερφαιδρότερος πολύ, * ὡς πάντων ἄστρων ποιητής,
περὶ οὗ προεγράφη· * ἐξ Ἰακὼβ ἀνατέλλει
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»

Παραδόξων ῥητῶν * ἡ Μαριὰμ ὡς ἤκουσε,
τῷ ἐκ σπλάγχνων αὐτῆς * κύψασα προσεκύνησε
καὶ κλαίουσα εἶπε· * «Μεγάλα μοι, τέκνον,
μεγάλα πάντα * ὅσα ἐποίησας * μετὰ τῆς πτωχείας μου·
ἰδοὺ γὰρ μάγοι * ἔξω ζητοῦσί σε·
τῶν ἀνατολῶν * οἱ βασιλεύοντες
τὸ πρόσωπόν σου * ἐπιζητοῦσι,
καὶ λιτανεύουσιν ἰδεῖν * οἱ πλούσιοι τοῦ σοῦ λαοῦ·
ὁ λαός σου γὰρ ὄντως * εἰσὶν οὗτοι οἷς ἐγνώσθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

πειδὴ οὖν λαὸς * σός ἐστι, τέκνον, κέλευσον
ὑπὸ σκέπην τὴν σὴν * γένωνται, ἵνα ἴδωσι
πενίαν πλουσίαν, * πτωχείαν τιμίαν·
αὐτόν σε δόξαν * ἔχω καὶ καύχημα· * διὸ οὐκ αἰσχύνομαι·
αὐτὸς εἶ χάρις * καὶ ἡ εὐπρέπεια
τῆς σκηνῆς κἀμοῦ· * νεῦσον εἰσέλθωσιν·
οὐδέν μοι μέλει * τῆς εὐτελείας·
ὡς θησαυρὸν γὰρ σὲ κρατῶ, * ὃν βασιλεῖς ἦλθον ἰδεῖν,
βασιλέων καὶ μάγων * ἐγνωκότων ὅτι ὤφθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»

ησοῦς ὁ Χριστὸς * ὄντως τε καὶ Θεὸς ἡμῶν
τῶν φρενῶν ἀφανῶς * ἥψατο τῆς μητρὸς αὐτοῦ,
«Εἰσάγαγε, λέγων, * οὓς ἤγαγον λόγῳ·
ἐμὸς γὰρ λόγος * οὗτος ὃς ἔλαμψε * τοῖς ἐπιζητοῦσί με·
ἀστὴρ μέν ἐστιν * πρὸς τὸ φαινόμενον,
δύναμις δέ τις * πρὸς τὸ νοούμενον·
συνῆλθε μάγοις * ὡς λειτουργῶν μοι,
καὶ ἔτι ἵσταται πληρῶν * τὴν διακονίαν αὐτοῦ
καὶ ἀκτῖσι δεικνύων * τὸν τόπον ὅπου ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

Νῦν οὖν δέξαι, σεμνή, * δέξαι τοὺς δεξαμένους με·
ἐν αὐτοῖς γὰρ εἰμὶ * ὥσπερ ἐν ταῖς ἀγκάλαις σου·
καὶ σοῦ οὐκ ἀπέστην * κἀκείνοις συνῆλθον.»
Ἡ δὲ ἀνοίγει * θύραν καὶ δέχεται * τῶν μάγων τὸ σύστημα·
ἀνοίγει θύραν * ἡ ἀπαράνοικτος
πύλη, ἣν Χριστὸς * μόνος διώδευσεν·
ἀνοίγει θύραν * ἡ ἀνοιχθεῖσα
καὶ μὴ κλαπεῖσα μηδαμῶς * τὸν τῆς ἁγνείας θησαυρόν·
αὐτὴ ἤνοιξε θύραν, * ἀφ᾿ ἧς ἐγεννήθη θύρα,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

Οἱ δὲ μάγοι εὐθὺς * ὥρμησαν εἰς τὸν θάλαμον,
καὶ ἰδόντες Χριστὸν * ἔφριξαν, ὅτι εἴδοσαν
τὴν τούτου μητέρα, * τὸν ταύτης μνηστῆρα,
καὶ φόβῳ εἶπον· * «Οὗτος υἱός ἐστιν * ἀγενεαλόγητος;
Καὶ πῶς, παρθένε, * τὸν μνηστευσάμενον
βλέπομεν ἀκμὴν * ἔνδον τοῦ οἴκου σου;
Οὐκ ἔσχε μῶμον * ἡ κύησις σου·
μὴ ἡ κατοίκησις ψεχθῇ * συνόντος σοι τοῦ Ἰωσήφ·
πλῆθος ἔχεις φθονούντων * ἐρευνώντων ποῦ ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

πομνήσω ὑμᾶς, * μάγοις Μαρία ἔφησε,
τίνος χάριν κρατῶ * τὸν Ἰωσὴφ ἐν οἴκῳ μου·
εἰς ἔλεγχον πάντων * τῶν καταλαλούντων·
αὐτὸς γὰρ λέξει * ἅπερ ἀκήκοε * περὶ τοῦ παιδίου μου·
ὑπνῶν γὰρ εἶδεν * ἄγγελον ἅγιον
λέγοντα αὐτῷ * πόθεν συνέλαβον·
πυρίνη θέα * τὸν ἀκανθώδη
ἐπληροφόρησε νυκτὸς * περὶ τῶν λυπούντων αὐτόν·
δι᾿ αὐτὸ σύνεστί μοι * Ἰωσὴφ δηλῶν ὡς ἔστι
παιδίον νέον * ὁ πρὸ αἰώνων Θεός.

ητορεύει σαφῶς * ἅπαντα ἅπερ ἤκουσεν·
ἀπαγγέλλει τρανῶς * ὅσα αὐτὸς ἑώρακεν
ἐν τοῖς οὐρανίοις * καὶ τοῖς ἐπιγείοις·
τὰ τῶν ποιμένων, * πῶς συνανύμνησαν * πηλίνοις οἱ πύρινοι·
ὑμῶν τῶν μάγων, * ὅτι προέδραμεν
ἄστρον φωταυγοῦν * καὶ ὁδηγοῦν ὑμᾶς·
διὸ ἀφέντες * τὰ προῤῥηθέντα,
ἐκδιηγήσασθε ἡμῖν * τὰ νῦν γενόμενα ὑμῖν,
πόθεν ἥκατε, πῶς δὲ * συνήκατε ὅτι ὤφθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»

ς δὲ ταῦτα αὐτοῖς * ἡ φαεινὴ ἐλάλησεν,
οἱ τῆς ἀνατολῆς * λύχνοι πρὸς ταύτην ἔφησαν·
«Μαθεῖν θέλεις πόθεν * ἠλύθαμεν ὧδε;
Ἐκ γῆς Χαλδαίων, * ὅθεν οὐ λέγουσι· * θεὸς θεῶν κύριος,
ἐκ Βαβυλῶνος, * ὅπου οὐκ οἴδασιν
τίς ὁ ποιητὴς * τούτων ὧν σέβουσιν·
ἐκεῖθεν ἦλθε * καὶ ἦρεν ἡμᾶς
ὁ τοῦ παιδίου σου σπινθὴρ * ἐκ τοῦ πυρὸς τοῦ περσικοῦ·
πῦρ παμφάγον λιπόντες, * πῦρ δροσίζον θεωροῦμεν,
παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν.

Ματαιότης ἐστὶ * ματαιοτήτων ἅπαντα,
ἀλλ᾿ οὐδεὶς ἐν ἡμῖν * ταῦτα φρονῶν εὑρίσκεται·
οἱ μὲν γὰρ πλανῶσιν, * οἱ δὲ καὶ πλανῶνται·
διό, παρθένε, * χάρις τῷ τόκῳ σου * δι᾿ οὗ ἐλυτρώθημεν
οὐ μόνον πλάνης, * ἀλλὰ καὶ θλίψεως
τῶν χωρῶν πασῶν * ὧνπερ διήλθομεν,
ἐθνῶν ἀσήμων, * γλωσσῶν ἀγνώστων,
περιερχόμενοι τὴν γῆν * καὶ ἐξερευνῶντες αὐτὴν
μετὰ λύχνου τοῦ ἄστρου, * ἐκζητοῦντες ποῦ ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

λλ᾿ ὡς ἔτι αὐτὸν * τοῦτον τὸν λύχνον εἴχομεν,
τὴν Ἰερουσαλὴμ * πᾶσαν περιωδεύσαμεν,
πληροῦντες εἰκότως * τὰ τῆς προφητείας·
ἠκούσαμεν γὰρ * ὅτι ἠπείλησε * Θεὸς ἐρευνᾶν αὐτήν·
καὶ μετὰ λύχνου * περιηρχόμεθα,
θέλοντες εὑρεῖν * μέγα δικαίωμα·
ἀλλ᾿ οὐχ εὑρέθη, * ὅτι ἐπήρθη
ἡ κιβωτὸς αὐτῆς μεθ᾿ ὧν * συνεῖχε πρότερον καλῶν·
τὰ ἀρχαῖα παρῆλθεν, * ἀνεκαίνισε γὰρ πάντα
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

Ναί, φησί, τοῖς πιστοῖς * μάγοις Μαρία ἔφησε,
τὴν Ἰερουσαλὴμ * πᾶσαν περιωδεύσατε,
τὴν πόλιν ἐκείνην * τὴν προφητοκτόνον;
Καὶ πῶς ἀλύπως * ταύτην διήλθετε * τὴν πᾶσι βασκαίνουσαν;
Ἡρώδην πάλιν * πῶς διελάθετε
τὸν ἀντὶ θεσμῶν * φόνων ἐμπνέοντα;»
Οἱ δὲ πρὸς ταύτην * φησί· «Παρθένε,
οὐ διελάθομεν αὐτόν, * ἀλλ᾿ ἐνεπαίξαμεν αὐτῷ·
συνετύχομεν πᾶσιν * ἐρωτῶντες ποῦ ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»

τε ταῦτα αὐτῶν * ἡ Θεοτόκος ἤκουσεν,
τότε εἶπεν αὐτοῖς· * «Τί ὑμᾶς ἐπηρώτησεν
Ἡρώδης ὁ ἄναξ * καὶ οἱ Φαρισαῖοι;
—Ἡρώδης πρῶτον, * εἶτα, ὡς ἔφησας, * οἱ πρῶτοι τοῦ ἔθνους σου
τὸν χρόνον τούτου * τοῦ φαινομένου νῦν
ἄστρου παρ᾿ ἡμῶν * ἐξηκριβώσαντο·
καὶ ἐπιγνόντες * ὡς μὴ μαθόντες
οὐκ ἐπεθύμησαν ἰδεῖν * ὃν ἐξηρεύνησαν μαθεῖν,
ὅτι τοῖς ἐρευνῶσιν * ὀφείλει θεωρηθῆναι
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

πενόουν ἡμᾶς * ἄφρονας οἱ ἀνόητοι
καὶ ἠρώτων, φησί· * Πόθεν καὶ πότε ἥκατε;
πῶς μὴ φαινομένας * ὡδεύσατε τρίβους;
Ἡμεῖς δὲ τούτοις * ὅπερ ἠπίσταντο * ἀντεπηρωτήσαμεν·
Ὑμεῖς τὸ πάρος * πῶς διωδεύσατε
ἔρημον πολλὴν * ἥνπερ διήλθετε;
Ὁ ὁδηγήσας * τοὺς ἀπ᾿ Αἰγύπτου
αὐτὸς ὡδήγησε καὶ νῦν * τοὺς ἐκ Χαλδαίων πρὸς αὐτόν,
τότε στύλῳ πυρίνῳ, * νῦν δὲ ἀστέρι δηλοῦντι
παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν.

[Ὁ ἀστὴρ πανταχοῦ * ἦν ἡμῶν προηγούμενος
ὡς ὑμῖν ὁ Μωσῆς * ῥάβδον ἐπιφερόμενος,
τὸ φῶς περιλάμπων * τῆς θεογνωσίας·
ὑμᾶς τὸ μάννα * πάλαι διέθρεψε * καὶ πέτρα ἐπότισεν·
ἡμᾶς ἐλπὶς ἡ * τούτου ἐνέπλησε·
τῇ τούτου χαρᾷ * διατρεφόμενοι,
οὐκ ἐν Περσίδι * ἀναποδίσαι
διὰ τὸν ἄβατον ὁδὸν * ὁδεύειν ἔσχομεν ἐν νῷ,
θεωρῆσαι ποθοῦντες, * προσκυνῆσαι καὶ δοξάσαι
παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν.«]

πὸ τῶν ἀπλανῶν * μάγων ταῦτα ἐλέγετο·
ὑπὸ δὲ τῆς σεμνῆς * πάντα ἐπεσφραγίζετο,
κυροῦντος τοῦ βρέφους * τὰ τῶν ἀμφοτέρων,
τῆς μὲν ποιοῦντος * μετὰ τὴν κύησιν * τὴν μήτραν ἀμίαντον,
τῶν δὲ δεικνύντος * μετὰ τὴν ἔλευσιν
ἄμοχθον τὸν νοῦν * ὥσπερ τὰ βήματα·
οὐδεὶς γὰρ τούτων * ὑπέστη κόπον,
ὡς οὐκ ἐμόχθησεν ἐλθὼν * ὁ Ἀμβακοὺμ πρὸς Δανιήλ·
ὁ φανεὶς γὰρ προφήταις * ὁ αὐτὸς ἐφάνη μάγοις
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

Μετὰ ταῦτα αὐτῶν * πάντα τὰ διηγήματα,
δῶρα ἦραν χερσὶν * μάγοι καὶ προσεκύνησαν
τῷ δώρῳ τῶν δώρων, * τῷ μύρῳ τῶν μύρων·
χρυσὸν καὶ σμύρναν * εἶτα καὶ λίβανον * Χριστῷ προσεκόμισαν,
βοῶντες· «Δέξαι * δώρημα τρίϋλον,
ὡς τῶν Σεραφὶμ * ὕμνον τρισάγιον·
μὴ ἀποστρέψῃς * ὡς τὰ τοῦ Κάϊν,
ἀλλ᾿ ἐναγκάλισαι αὐτὰ * ὡς τὴν τοῦ Ἄβελ προσφοράν,
διὰ τῆς σε τεκούσης, * δι᾿ ἧς ἡμῖν ἐγεννήθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»

Νέα νῦν καὶ φαιδρὰ * βλέπουσα ἡ ἀμώμητος
μάγους δῶρα χερσὶ * φέροντας καὶ προσπίπτοντας,
ἀστέρα δηλοῦντα, * ποιμένας ὑμνοῦντας,
τὸν πάντων τούτων * κτίστην καὶ κύριον * ἱκέτευε λέγουσα·
«Τριάδα δώρων, * τέκνον, δεξάμενος,
τρεῖς αἰτήσεις δὸς * τῇ γεννησάσῃ σε·
ὑπὲρ ἀέρων * παρακαλῶ σε
καὶ ὑπὲρ τῶν καρπῶν τῆς γῆς * καὶ τῶν οἰκούντων ἐν αὐτῇ·
διαλλάγηθι πᾶσι, * δι᾿ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

Οὐχ ἁπλῶς γάρ εἰμι * μήτηρ σου, σῶτερ εὔσπλαγχνε·
οὐκ εἰκῇ γαλουχῶ * τὸν χορηγὸν τοῦ γάλακτος,
ἀλλὰ ὑπὲρ πάντων * ἐγὼ δυσωπῶ σε·
ἐποίησάς με * ὅλου τοῦ γένους μου * καὶ στόμα καὶ καύχημα·
ἐμὲ γὰρ ἔχει * ἡ οἰκουμένη σου
σκέπην κραταιάν, * τεῖχος καὶ στήριγμα·
ἐμὲ ὁρῶσιν * οἱ ἐκβληθέντες
τοῦ παραδείσου τῆς τρυφῆς, * ὅτι ἐπιστρέφω αὐτούς·
λάβῃ αἴσθησιν πάντα * δι᾿ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.

Σῶσον κόσμον, σωτήρ· * τούτου γὰρ χάριν ἤλυθας·
στῆσον πάντα τὰ σά· * τούτου γὰρ χάριν ἔλαμψας
ἐμοὶ καὶ τοῖς μάγοις * καὶ πάσῃ τῇ κτίσει·
ἰδοὺ γὰρ μάγοι * οἷς ἐνεφάνισας * τὸ φῶς τοῦ προσώπου σου,
προσπίπτοντές σοι * δῶρα προσφέρουσι
χρήσιμα, καλά, * λίαν ζητούμενα·
αὐτῶν γὰρ χρῄζω, * ἐπειδὴ μέλλω
ἐπὶ τὴν Αἴγυπτον μολεῖν * καὶ φεύγειν σὺν σοὶ διὰ σέ,
ὁδηγέ μου, υἱέ μου, * ποιητά μου, πλουτιστά μου,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου