Κυριακή 22 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 022 — ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. 
εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν,
ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, 
τὴν ψυχήν μου ἐπέστρεψεν. 
ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης 
ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 
ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, 
οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· 
ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, 
αὗταί με παρεκάλεσαν. 
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, 
ἐξεναντίας τῶν θλιβόντων με· 
ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, 
καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 
καὶ τὸ ἔλεός σου καταδιώξει με 
πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, 
καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου 
εἰς μακρότητα ἡμερῶν.
22,4 
Και μέσα σε κοιλάδα σκιάς θανάτου αν περπατήσω, δεν θα φοβηθώ κακό· επειδή, εσύ είσαι μαζί μου· η ράβδος σου και η βακτηρία σου, αυτές με παρηγορούν.

Πέμπτη 19 Ιανουαρίου 2017

Δαυίδ, Ψαλμὸς 019 — (ιθ'). «δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι»

 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

  1. ΕΠΑΚΟΥΣΑΙ σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ. 
  2. ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 
  3. μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. (διάψαλμα). 
  4. δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 
  5. ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. 
  6. νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 
  7. οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 
  8. αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 
  9. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

Κατά τη Μετάφραση Ο'


Κυριακή 8 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 008 — (η΄). «ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου»

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ.

  1. ΚΥΡΙΕ ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
  2. ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
  3. ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας·
  4. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
  5. ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
  6. καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
  7. πρόβατα, καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
  8. τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
  9. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ.

Κύριε ο κύριος όλων των ανθρώπων, ιδιαιτέρως δε ημών των πιστών, πόσον ξακουστόν και ολόλαμπρον προβάλλει το όνομά σου εις όλην την γην, εις όλα τα δημιουργήματά σου! Η μεγαλοπρέπειά σου ως δημιουργού είναι ασυγκρίτως λαμπροτέρα από την λαμπρότητα των ουρανίων κόσμων, τους οποίους συ εδημούργησες.

Από τα στόματα και αυτών ακόμη των νηπίων και θηλαζόντων παιδίων ήκουσας και ακούεις τέλειον ύμνον πίστεως και δοξολογίας προς σέ, εις πείσμα των μεγάλων απίστων εχθρών σου και εις καταζευτελισμόν και εξουδένωσιν εκείνου, ο οποίος τολμά να παρουσιασθή εχθρός και αντίδικός σου.

Όταν ανυψώνω τα βλέμματά μου στους ουρανούς και βλέπω τα αναρίθμητα υπέροχα εκεί δημιουργήματά σου, τα οποία χωρίς κόπον σαν με τα δάκτυλα απλώς των χειρών σου έκαμες, την σελήνην δηλαδή και τους αστέρας, τα οποία συ εστερέωσες στο απέραντον χάος του ουρανού, διερωτώμαι και λέγω·

τι είναι αυτός ο άνθρωπος, ο τόσον μικρός και αφανής εμπρός στο μεγαλοπρεπές σύμπαν σου, ώστε συ να καταδέχεσαι να τον ενθυμήσαι; Η τι είναι κάθε απόγονος του ανθρώπου, ώστε συ τόσον πατρικώς και ιδιαιτέρως να φροντίζης δι’ αυτόν;

Τον εδημιούργησες ολίγον κατώτερον από τους αγγέλους, με δόξαν όμως και τιμήν τον έχεις στεφανώσει,

διότι τον εγκατέστησες και τον ανεκήρυξες βασιλέα εις όλα τα έργα των χειρών σου, εις όλα τα επίγεια δημιουργήματά σου.

Τα πάντα υπέταξες κάτω από την εξουσίαν του, όχι μόνον τα κατοικίδια ζώα, πρόβατα και όλα τα βόϊδια, αλλά και αυτά ακόμη τα άγρια θηρία της υπαίθρου·

τα ταχύτατα πτηνά, που διασχίζουν τους ουρανούς, τα αναρίθμητα ψάρια της θαλάσσης, τα μεγάλα κήτη, τα οποία τρέχουν δια των υδατίνων δρόμων των ωκεανών.

Κυριε ο Κυριος ημών, πόσον λαμπρόν και μεγαλειώδες προβάλλεται το πανένδοξον όνομά σου εις όλην την γην!

simeron

Τρίτη 3 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 003 — Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. But you, O Lord, are a shield about me, my glory, and the lifter of my head.

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; 
πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· 
οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, 
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, 
καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· 
ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ 
τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, 
ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, 
ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Κυριακή 1 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 001 — Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη


🔆 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν 
καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη 
καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
🔆 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, 
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 
🔆 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον 
παρὰ τὰς διεξόδους τῶν ὑδάτων, 
ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, 
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· 
καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
🔆 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, 
ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος 
ἀπὸ προσώπου τῆς γῆς.
🔆 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, 
οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
🔆ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, 
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Σάββατο 31 Δεκεμβρίου 2016

The Psalms of David




Κατάλογος των Ψαλμών




======================