Τρίτη 19 Απριλίου 2022

«Ὢ τῆς Ἰούδα ἀθλιότητος»

ἰδιόμελο τῶν Αἴνων, ἦχος α´, 
μέλος Πέτρου Λαμπαδαρίου Ἦχος ὁ αὐτός 
Στίχ.: 
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, 
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Ὤ τῆς Ἰούδα ἀθλιότητος! 
ἐθεώρει τὴν Πόρνην φιλοῦσαν τὰ ἴχνη, 
καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα· 
ἐκείνη τοὺς πλοκάμους διέλυσε, 
καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, 
φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν· 
φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. 
Ὢ τῆς Ἰούδα ἀθλιότητος! 
ἀφ᾿ ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.

Η Πόρνη και ο μαθητής...

αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, 
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, 
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, 
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, 
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
δεινὸν ἡ ῥαθυμία! 
μεγάλη ἡ μετάνοια! 
ἣν μοι δώρησαι Σωτήρ, 
ὁ παθὼν ὑπὲρ ἡμῶν, 
καὶ σῶσον ἡμᾶς.

Πόρνη προσῆλθέ σοι μύρα σὺν δάκρυσι 
κατακενούσά σου ποσί, φιλάνθρωπε, 
καὶ δυσωδίας τῶν κακῶν λυτροῦται τῇ κελεύσει σου 
πνέων δὲ τὴν χάριν σου μαθητὴς ὁ ἀχάριστος 
ταύτην ἀποβάλλεται καὶ βορβόρῳ συμφύρεται, 
φιλαργυρίᾳ ἀπεμπολῶν σέ. 
Δόξα, Χριστέ, τῇ εὐσπλαγχνίᾳ σου