Δευτέρα 6 Φεβρουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 037 — (λζ'). «μή ἐγκαταλίπη̨ς με κύριε ὁ θεός μου»

ψαλμὸς τω̨̃ Δαυιδ εἰς ἀνάμνησιν περὶ σαββάτου
κύριε μὴ τω̨̃ θυμω̨̃ σου ἐλέγξη̨ς με μηδὲ τη̨̃ ὀργη̨̃ σου παιδεύση̨ς με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χει̃ρά σου.
οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου ἀπὸ προσώπου τη̃ς ὀργη̃ς σου οὐκ ἔστιν εἰρήνη τοι̃ς ὀστέοις μου ἀπὸ προσώπου τω̃ν ἁμαρτιω̃ν μου.
ὅτι αἱ ἀνομίαι μου ὑπερη̃ραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τη̃ς ἀφροσύνης μου
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμω̃ν καὶ οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμου̃ τη̃ς καρδίας μου.
κύριε ἐναντίον σου πα̃σα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σου̃ οὐκ ἐκρύβη
ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέν με ἡ ἰσχύς μου καὶ τὸ φω̃ς τω̃ν ὀφθαλμω̃ν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμου̃
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
καὶ ἐξεβιάσαντο οἱ ζητου̃ντες τὴν ψυχήν μου καὶ οἱ ζητου̃ντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτου̃
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τω̨̃ στόματι αὐτου̃ ἐλεγμούς
ὅτι ἐπὶ σοί κύριε ἤλπισα σὺ εἰσακούση̨ κύριε ὁ θεός μου
ὅτι εἰ̃πα μήποτε ἐπιχαρω̃σίν μοι οἱ ἐχθροί μου καὶ ἐν τω̨̃ σαλευθη̃ναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελω̃ καὶ μεριμνήσω ὑπὲρ τη̃ς ἁμαρτίας μου
οἱ δὲ ἐχθροί μου ζω̃σιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισου̃ντές με ἀδίκως
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθω̃ν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον
μὴ ἐγκαταλίπη̨ς με κύριε ὁ θεός μου μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃
πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τη̃ς σωτηρίας μου
============
Και πάλιν. Μη εγκαταλίπης με, Κύριε ο Θεός μου, μη αποστής απ' εμού. Πρόσχες εις την βοήθειάν μου, Κύριε της σωτηρίας μου.


06-Feb-2017, 17037