Παρασκευή 30 Οκτωβρίου 2020

Κανὼν Ἰκετήριος εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν

Ποίημα Θεοκτίστου μοναχοῦ τοῦ Στουδίτου

(πρὸ ἑκάστου τροπαρίου ὅλων τῶν ᾠδῶν λέγομεν·
«Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι», πλὴν τῶν Δόξα, καὶ νῦν)

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μακρόθυμε, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα, Ἰησοῦ καὶ γλύκανον, τὴν καρδίαν μου Πολυέλεε δέομαι, Ἰησοῦ Σωτήρ μου, ἵνα μεγαλύνω Σε σῳζόμενος.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ διάνοιξον, τῆς μετανοίας μοι πύλας Φιλάνθρωπε, Ἰησοῦ καὶ δέξαι με, Σοὶ προσπίπτοντα, καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ Σωτήρ μου, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ ἐξάρπασον, ἐκ τῆς χειρὸς τοῦ δολίου Βελίαρ με, Ἰησοῦ καὶ ποίησον, δεξιὸν κἀμὲ παραστάτην τῆς δόξης Σου, Ἰησοῦ Χριστέ μου, μοίρας εὐωνύμου λυτρωσάμενος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Ἰησοῦν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον, ὑπὲρ ἀχρείων ἱκετῶν Πανάχραντε, ὅπως τῆς κολάσεως, ταῖς πρεσβείαις Σου λυτρωθῶμεν ἀμόλυντε, οἱ μεμολυσμένοι, δόξης ἀϊδίου ἀπολαύσαντες.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.

Εἰσάκουσον φιλάνθρωπε Ἰησοῦ μου, τοῦ δούλου Σου βοῶντος ἐν κατανύξει· καὶ ῥῦσαι Ἰησοῦ με τῆς καταδίκης, καὶ τῆς κολάσεως, μόνε μακρόθυμε, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Ὑπόδεξαι τὸν δοῦλόν Σου, Ἰησοῦ μου, προσπίπτοντα σὺν δάκρυσιν, Ἰησοῦ μου· καὶ σῶσον Ἰησοῦ μου μετανοοῦντα, καὶ τῆς γεένης με, Δέσποτα λύτρωσαι, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὸν χρόνον Ἰησοῦ μου, ὅν δέδωκάς μοι, εἰς πάθη ἐδαπάνησα Ἰησοῦ μου· διό με Ἰησοῦ μου μὴ ἀποῤῥίψης, ἀλλ᾿ ἀνακάλεσαι, δέομαι Δέσποτα, Ἰησοῦ γλυκύτατε, καὶ διάσωσον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Παρθένε ἡ τεκοῦσα τὸν Ἰησοῦν μου, ἱκέτευε ῥυσθῆναι με τῆς γεέννης, ἡ μόνη προστασία τῶν θλιβομένων, Θεοχαρίτωτε, καὶ καταξίωσον, τῆς ζωῆς Πανάμωμε τῆς ἀγήρω με.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Σωτήρ μου Ἰησοῦ, ὁ τὸν Ἄσωτον σώσας, Σωτήρ μου Ἰησοῦ, ὁ δεξάμενος Πόρνην, κἀμὲ νῦν ἐλέησον, Ἰησοῦ πολυέλεε· σῶσον οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὥσπερ ᾤκτειρας, τὸν Μανασσῆν Ἰησοῦ μου, ὡς μόνος Φιλάνθρωπος.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.

Θεράπευσον, Ἰησοῦ μου ψυχῆς μου τὰ τραύματα, Ἰησοῦ μου δέομαι, καὶ τῆς χειρός με ἐξάρπασον, Ἰησοῦ μου εὔσπλαγχνε, τοῦ ψυχοφθόρου Βελίαρ, καὶ διάσωσον.

Ἡμάρτηκα, Ἰησοῦ μου γλυκύτατε εὔσπλαγχνε, Ἰησοῦ μου σῶσόν με, τὸν προσφυγόντα τῇ σκέπῃ Σου, Ἰησοῦ μακρόθυμε, καὶ Βασιλείας τῆς Σῆς με καταξίωσον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Οὐχ ἥμαρτεν, Ἰησοῦ μου οὐδεὶς ὥσπερ ἥμαρτον, ἐγὼ ὁ ταλαίπωρος· νῦν δὲ προσπίπτω δεόμενος· Ἰησοῦ μου σῶσόν με, καὶ τὴν ζωὴν Ἰησοῦ μου κληροδότησον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Πανύμνητε, Ἰησοῦν ἡ γεννήσασα Κύριον, Αὐτὸν καθικέτευε, τοῦ λυτρωθῆναι κολάσεως, πάντας τοὺς ὑμνοῦντάς Σε, καὶ Θεοτόκον κυρίως ὀνομάζοντας.

ᾨδὴ ε΄. Ὁ φωτισμὸς τῶν ἐν σκότει.

Σὺ φωτισμός, Ἰησοῦ μου νοός μου, Σὺ σωτηρία, τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ, Σὺ Ἰησοῦ μου, τῆς κολάσεως ῥῦσαι, καὶ γεέννης ἐμὲ κραυγάζοντα· Σῶσον Ἰησοῦ μου, Χριστέ με τὸν ἄθλιον.

Ὁλοσχερῶς, Ἰησοῦ μου, πρὸς πάθη τῆς ἀτιμίας, καταβεβλημένος ἤδη κραυγάζω· Σὺ Ἰησοῦ μου, βοηθείας μοι χεῖρα, καταπέμψας ἔκσπασον κράζοντα· Σῶσον Ἰησοῦ μου, Χριστέ με τὸν ἄθλιον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Βέβηλον νοῦν, Ἰησοῦ περιφέρων ἀναβοῶ Σοι· Κάθαρον τοῦ ῥύπου με τῶν πταισμάτων, καὶ λύτρωσαί με τὸν εἰς βάθη κακίας, ἐξ ἀγνωσίας κατολισθήσαντα, Σῶτερ Ἰησοῦ μου, καὶ σῶσόν με δέομαι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Τὸν Ἰησοῦν, ἡ γεννήσασα Κόρη Θεοκυῆτορ, Τοῦτον ἐκδυσώπει σωθῆναι πάντας τοὺς ὀρθοδόξους, μοναστὰς καὶ μιγάδας, καὶ γεέννης ῥυσθῆναι κράζοντας· πλήν Σου προστασίαν, βεβαίαν οὐκ ἔγνωμεν.

ᾨδὴ Ϛ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Ἰησοῦ μου Χριστὲ πολυέλεε, ἐξομολογούμενον δέξαι με Δέσποτα, ὦ Ἰησοῦ καὶ σῶσόν με, καὶ φθορᾶς Ἰησοῦ με ἐξάρπασον.

Ἰησοῦ μου οὐ γέγονεν ἕτερος, ἄσωτος οὐδείς, ὡς ἐγὼ ὁ ταλαίπωρος, ὦ Ἰησοῦ Φιλάνθρωπε· ἀλλὰ Σὺ Ἰησοῦ με διάσωσον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἰησοῦ μου καὶ Πόρνην καὶ Ἄσωτον, καὶ τὸν Μανασσῆν καὶ Τελώνην νενίκηκα, ὦ Ἰησοῦ μου πάθεσι, καὶ Λῃστήν, Ἰησοῦ, Νινευΐτας τε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Ἰησοῦν τὸν Χριστόν μου κυήσασα, Ἄχραντε Παρθένε, ἡ μόνη ἀμόλυντος, μεμολυσμένον ὄντα με, πρεσβειῶν Σου ὑσσώπῳ νῦν κάθαρον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἰησοῦ γλυκύτατε, τὸ φῶς τοῦ κόσμου, τῆς ψυχῆς μου φώτισον, τοὺς ὀφθαλμούς, Υἱὲ Θεοῦ, τῇ θεαυγεῖ Σου λαμπρότητι, ἵνα ὑμνῶ Σε τὸ φῶς τὸ ἀνέσπερον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Χριστὲ Ἰησοῦ, οὐδεὶς ἥμαρτεν ἐν γῇ ἐκ τοῦ αἰῶνος, ὦ Ἰησοῦ μου, ὥσπερ ἥμαρτον, ἐγὼ ὁ τάλας καὶ ἄσωτος· ὅθεν Ἰησοῦ μου βοῶ Σοι· μελῳδοῦντα με οἴκτηρον, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Χριστὲ Ἰησοῦ, ἐν τῷ φόβῳ Σου βοῶ καθήλωσόν με, ὦ Ἰησοῦ μου καὶ κυβέρνησον, νῦν πρὸς λιμένα τὸν εὔδιον, ὅπως Ἰησοῦ μου οἰκτίρμον, μελῳδῶ Σοι σῳζόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Χριστὲ Ἰησοῦ, μυριάκις ὑπεσχέθην Σοι ὁ τάλας, ὦ Ἰησοῦ μου τὴν μετάνοιαν, ἀλλ᾿ ἐψευσάμην ὁ ἄθλιος. Ὅθεν Ἰησοῦ μου βοῶ Σοι· τὴν ἀναίσθητον μένουσαν, ψυχήν μου φώτισον Χριστέ, ὁ τῶν Πατέρων Θεός.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Χριστὸν Ἰησοῦν, ἡ γεννήσασα φρικτῶς καὶ ὑπὲρ φύσιν, Αὐτὸν δυσώπει Παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα, πάντα συγχωρῆσαί μοι Κόρη, ἵνα κράζω σῳζόμενος· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Σὲ Ἰησοῦ μου δυσωπῶ· ὡς τὴν Πόρνην Ἰησοῦ μου ἐλυτρώσω, τῶν πολλῶν ἐγκλημάτων, οὕτω κἀμὲ Ἰησοῦ, Χριστέ μου λύτρωσαι καὶ κάθαρον, τὴν ῥερυπωμένην ψυχήν μου Ἰησοῦ μου.

Καθυποκύψας Ἰησοῦ, ταῖς ἀλόγοις ἡδοναῖς, ἄλογος ὤφθην, καὶ τοῖς κτήνεσιν ὄντως, ὦ Ἰησοῦ μου, οἰκτρῶς, ὁ τάλας Σῶτερ ἀφωμοίωμαι· ὅθεν Ἰησοῦ με τῆς ἀλογίας ῥῦσαι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Περιπεσὼν ὦ Ἰησοῦ, ψυχοφθόροις ἐν λῃσταῖς ἀπεγυμνώθην, τὴν στολὴν Ἰησοῦ μου, τὴν θεοΰφαντον νῦν, καὶ κεῖμαι μώλωψι κατάστικτος· ἔλαιον Χριστέ μου ἐπίχεε καὶ οἶνον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Τὸν Ἰησοῦν μου καὶ Θεόν, ἡ βαστάσασα Χριστὸν ἀνερμηνεύτως, Θεοτόκε Μαρία, Τοῦτον δυσώπει ἀεί, κινδύνων σῴζεσθαι τοὺς δούλους Σου, καὶ τοὺς ὑμνητάς Σου ἀπείρανδρε Παρθένε.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Τὸν Μανασσῆν Ἰησοῦ μου, τὸν Τελώνην, τὴν Πόρνην, τὸν Ἄσωτον οἰκτίρμον Ἰησοῦ, καὶ τὸν Λῃστὴν ὑπερβέβηκα, Ἰησοῦ μου ἐν ἔργοις, αἰσχίστοις καὶ ἀτόποις Ἰησοῦ· ἀλλὰ Σὺ Ἰησοῦ μου, προφθάσας με διάσωσον.

Τοὺς ἐξ Ἀδὰμ Ἰησοῦ μου, ἁμαρτήσαντας πάντας, πρὸ νόμου καὶ ἐν νόμῳ Ἰησοῦ, καὶ μετὰ νόμον ὁ ἄθλιος, Ἰησοῦ μου καὶ χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς· ἀλλὰ Σὺ Ἰησοῦ μου, τοῖς κρίμασί Σου σῶσόν με.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Μὴ χωρισθῶ Ἰησοῦ μου, τῆς ἀφράστου Σου δόξης, μὴ τύχω τῆς μερίδος Ἰησοῦ, τῆς εὐωνύμου γλυκύτατε, Ἰησοῦ· ἀλλὰ Σύ με, τοῖς δεξιοῖς προβάτοις Σου Χριστέ, Ἰησοῦ μου συντάξας, ἀνάπαυσον ὡς εὔσπλαγχνος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Τὸν Ἰησοῦν Θεοτόκε, ὅν ἐβάστασας μόνη, ἀπείρανδρε Παρθένε Μαριάμ, Τοῦτον Ἁγνὴ ἐξιλέωσε, ὡς Υἱόν Σου καὶ Κτίστην, ῥυσθῆναι τοὺς προστρέχοντας εἰς Σέ, πειρασμῶν καὶ κινδύνων, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος.

Στιχηρὰ προσόμοια.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία, Ἰησοῦ ἡ κάθαρσις, τοῦ νοός μου, Δέσποτα πολυέλεε· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου παντοδύναμε, μὴ καταλίπῃς με, Σῶτερ Ἰησοῦ με ἐλέησον· καὶ λύτρωσαι κολάσεως, πάσης Ἰησοῦ καὶ ἀξίωσον, τῆς τῶν σῳζομένων, μερίδος Ἰησοῦ μου τῷ χορῷ, τῶν ἐκλεκτῶν Σου μὲ σύνταξον, Ἰησοῦ φιλάνθρωπε.

Ἰησοῦ γλυκύτατε, τῶν Ἀποστόλων ἡ δόξα, Ἰησοῦ μου καύχημα, τῶν Μαρτύρων Δέσποτα παντοδύναμε· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὡραιότατε, τόν Σοὶ προστρέχοντα, Σῶτερ Ἰησοῦ με ἐλέησον, πρεσβείαις τῆς τεκούσης Σε, πάντων Ἰησοῦ τῶν Ἁγίων Σου, Προφητῶν τε πάντων, Σωτήρ μου Ἰησοῦ, καὶ τῆς τρυφῆς, τοῦ Παραδείσου ἀξίωσον, Ἰησοῦ πανάγαθε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἰησοῦ γλυκύτατε, τῶν μοναζόντων τὸ κλέος, Ἰησοῦ μακρόθυμε, Ἀσκητῶν ἐντρύφημα καὶ καλλώπισμα· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου πολυέλεε, χειρὸς ἐξάρπασον, Σῶτερ Ἰησοῦ με τοῦ δράκοντος, καὶ τούτου τῶν παγίδων με, Σῶτερ Ἰησοῦ ἐλευθέρωσον, λάκκου κατωτάτου, Σωτήρ μου Ἰησοῦ ἀναγαγών, καὶ δεξιοῖς συναρίθμησον, Ἰησοῦ προβάτοις με.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Μὴ καταπιστεύσης με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου Σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν Δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδέ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν Σου, Δέσποινα τοῦ Κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Δέσποτα Χριστέ, ὁ Θεός, ὁ τοῖς πάθεσί Σου τὰ πάθη μου θεραπεύσας, καὶ τοῖς τραύμασί Σου τὰ τραύματά μου ἰατρεύσας, χάρισαί μοι τῷ πολλὰ Σοι πταίσαντι δάκρυα κατανύξεως· συγκέρασόν μου τὸ σῶμα, ἀπὸ ὀσμῆς τοῦ ζωοποιοῦ σώματός Σου, καὶ γλύκανόν μου τὴν ψυχήν, τῷ Σῷ Τιμίῳ Αἵματι, ἀπὸ τῆς πικρίας, ἥν με ὁ ἀντίδικος ἐπότισεν. Ὕψωσόν μου τὸν νοῦν πρὸς Σέ, κάτω ἑλκυσθέντα, καὶ ἀνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας· ὅτι οὐκ ἔχω μετάνοιαν, οὐκ ἔχω κατάνυξιν, οὐκ ἔχω δάκρυον παρακλητικόν, τὰ ἐπανάγοντά με τέκνα πρὸς τὴν ἰδίαν κληρονομίαν. Ἐσκότισμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς Σὲ ἐν ὀδύνῃ, οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς Σὲ ἀγάπης. Ἀλλά, Δέσποτα Κύριε, Ἰησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον, καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν Σου· χάρισαί μοι τὴν χάριν Σου, καὶ ἀνακαίνισον ἐν ἐμοὶ τὰς μορφὰς τῆς Σῆς εἰκόνος. Κατέλιπόν Σε μὴ μὲ ἐγκαταλίπῃς· ἔξελθε εἰς ἀναζήτησίν μου, ἐπανάγαγέ με πρὸς τὴν νομήν Σου, συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς Σου ποίμνης, καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων Σου Μυστηρίων· πρεσβείαις τῆς πανάγνου Μητρός Σου καὶ πάντων τῶν Ἁγίων Σου. Ἀμήν.

agiosthomas.gr