Κυριακή 3 Μαΐου 2020

Παναγία «Η χαρά των θλιβομένων»

Πάντων θλιβομένων ἡ χαρά, 
καὶ ἀδικουμένων προστάτις, 
Πάντων, προστατεύεις ἀγαθή,
τῶν καταφευγόντων ἐν πίστει,
τῇ κραταιᾷ σου χειρί·
ἄλλην γὰρ οὐκ ἔχομεν,
ἁμαρτωλοὶ πρὸς Θεόν,
ἐν κινδύνοις καὶ θλίψεσιν,
ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν,
Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου·
ὅθεν σοι προσπίπτομεν ῥῦσαι,
πάσης περιστάσεως τοὺς δούλους σου.

Πάντων θλιβομένων ἡ χαρά, 
καὶ ἀδικουμένων προστάτις, 
καὶ πενομένων τροφή, 
ξένων τε παράκλησις, 
καὶ βακτηρία τυφλῶν, 
ἀσθενούντων ἐπίσκεψις, 
καταπονουμένων σκέπη καὶ ἀντίληψις, 
καὶ ὀρφανῶν βοηθός, 
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, 
σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, 
δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Στιχηρά του Πάσχα

Στιχηρά
Ἦχος πλ. α'

Στίχος: Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, 
καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, 
Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, 
Πάσχα πανσεβάσμιον, 
Πάσχα Χριστὸς ὁ λυτρωτής, 
Πάσχα ἄμωμον, Πάσχα μέγα, 
Πάσχα τῶν πιστῶν, 
Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, 
Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχος: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, 
ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, 
καὶ τῇ Σιὼν εἴπατε· 
Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, 
τῆς Ἀναστάσεως Χριστοῦ, 
τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, 
τὸν Βασιλέα Χριστόν, 
θεασαμένη ἐκ τοῦ μνήματος,
 ὡς νυμφίον προερχόμενον.
Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, 
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, 
ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, 
εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, 
καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· 
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 
τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; 
ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχος
: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, 
ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, 
Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, 
Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, 
ὦ Πάσχα λύτρον λύπης· 
καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, 
ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· 
Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νῦν...

Ἀναστάσεως ἡμέρα, 
καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, 
καὶ ἀλλήλους περιπτυξώμεθα. 
Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· 
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, 
καὶ οὕτω βοήσωμεν· 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, 
θανάτῳ θάνατον πατήσας, 
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Αναστάσιμοι Ύμνοι (Μεγαλυνάρια - Καταβασία)


Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 
ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 
σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
῍Ω θείας! ὢ φίλης! 
ὢ γλυκυτάτης σου φωνῆς! 
μεθ' ἡμῶν ἀψευδῶς γάρ, 
ἐπηγγείλω, ἔσεσθαι, 
μέχρι τερμάτων αἰῶνος Χριστέ·
 ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, 
κατέχοντες ἀγαλλόμεθα.
https://www.youtube.com/watch?v=aqSVwD2e34M
Χαῖρε, Παρθένε, χαῖρε· 
χαῖρε, εὐλογημένη· 
χαῖρε, δεδοξασμένη, 
σὸς γὰρ Υἱὸς ἀνέστη 
τριήμερος ἐκ τάφου.

῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· 
ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· 
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, 
ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Καταβασία​

Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· 
Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· 
Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 
ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 
σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.​