Τρίτη, 25 Δεκεμβρίου 2018

Χριστός γεννᾶται - Καταβασίες Χριστουγέννων

Ω∆Η Α΄
(Ἦχος α')
Χριστός γεννᾶται, δοξάσατε.
Χριστός ἐξ οὐρανῶν, ἀπαντήσατε.
Χριστός ἐπί γῆς ὑψώθητε.
ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ
καί ἐν εὐφροσύνη ἀνυμνύσατε, λαοί,
ὅτι δεδόξασται.
Ω∆Η Γ΄
 Τῷ πρό τῶν αἰώνων ἐκ Πατρός γεννηθέντι ἀρρεύστως Υἱῷ, καί ἐπ’ ἐσχάτων ἐκ παρθένου σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ, βοήσωμεν. Ὁ ἀνυψώσας τό κέρας ἡμῶν, ἅγιος εἶ, Κύριε.

Ω∆Η ∆΄
 Ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί, καί ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός κατασκίου δασέος, ἦλθες σαρκωθείς ἐξ ἀπειράνδρου ὁ ἄϋλος καί Θεός, δόξα τῆ δυνάμει σου, Κύριε.

Ω∆Η Ε΄
 Θεός ὤν εἰρήνης, Πατήρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τόν Ἄγγελον εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν. Ὅθεν θεογνωσίας πρός φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες δοξολογοῦμεν σε, φιλάνθρωπε. 
Ω∆Η ΣΤ΄
 Σπλάγχνων Ἰωνᾶν ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῆ παρθένῳ δέ ἐνοικήσας ὁ Λόγος καί σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ οὐχ ὑπέστη ρεύσεως, τήν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ω∆Η Ζ΄
 Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρός ἀπειλήν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός ἑστῶτες ἔψαλλον. Ὁ τῶν πατέρων Θεός εὐλογητός εἶ.

Ω∆Η Η΄
 Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον. οὐ γάρ οὕς ἐδέξατο φλέγει νέους, ὡς οὐδέ πῦρ τῆς Θεότητος Παρθένου ἥν ὑπέδυ νηδύν. ∆ιό ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τόν Κύριον καί ὑπερυψούτω εἰς πάντας τούς αἰῶνας.

Ω∆Η Θ΄
 Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν καί ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
 Μυστήριον ξένον ὁρῶ καί παράδοξον. οὐρανόν τό σπήλαιον, θρόνον χερουβικόν τήν Παρθένον. τήν φάτνην χωρίον. ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος Χριστός ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Δευτέρα, 24 Δεκεμβρίου 2018

Τί σοί προσηνέγκωμεν - Στιχηρό Ιδιόμελο Εσπερινού Χριστουγέννων

Ήχος β΄

Τί σοί προσηνέγκωμεν
Χριστέ ὁ Θεός,
ὅτι ὥφθης ἐπί τῆς γῆς
ὡς ἄνθρωπος δι’ ἡμᾶς;
Ἕκαστον τῶν ὑπό σοῦ γενομένων κτισμάτων
τήν εὐχαριστίαν σοί προσάγει
οἱ ἄγγελοι τόν ὕμνον,
οἱ οὐρανοί τόν ἀστέρα,
οἱ μάγοι τά δῶρα,
οἱ ποιμένες τό θαῦμα,
ἡ γῆ τό σπήλαιον,
ἡ ἔρημος τήν φάτνην,
ἡμεῖς δέ μητἐραν Παρθένον.
 

Ὁ πρό αἰώνων Θεός,
ἐλέησον ἡμᾶς.


Τί δῶρο νά προσφέρουμε
Χριστέ, Θεέ μας,
Σ’ Ἐσένα πού στή γῆ
ὡς ἄνθρωπος ἦρθες γιά μᾶς:
Καθένα ἀπό τά πλάσματά σου
εὐχαριστία σοῦ προσφέρει.
 

Οἱ Ἄγγελοι ὕμνο σοῦ προσφέρουν
ὁ οὐρανός τόν ἀστέρα
οí Μάγοι τά δῶρα
οἱ ποιμένες ἔκπληξη καί θαυμασμό
ἡ γῆ τό Σπήλαιο
ἡ ἔρημος τή φάτνη
κι ἐμεῖς προσφέρουμε τήν Παρθένο Μητέρα
Ἐσύ πού εἶσαι ὁ αἰώνιος Θεός
ἐλέησέ μας.

Ένα από τα υπέροχα τροπάρια της Υμνογραφίας μας. Το τροπάριο αυτό είναι ιδιόμελο, έχει δηλαδή δική του μελωδία, ψάλλεται στον β' ήχο και ανήκει στα Στιχηρά του Εσπερινού των Χριστουγέννων (25 Δεκεμβρίου). Στιχηρά ονομάζονται τα τροπάρια, που ψάλλονται μετά από κάθε στίχο των Ψαλμών του Εσπερινού και των Αίνων του Όρθρου. Ο ποιητής του Ύμνου Ανατόλιος (8ος αι.), μοναχός της I. μονής Στουδίου Κωνσταντινουπόλεως. 
Ὁ Ἀνατόλιος ὁ Στουδίτης, μαθητὴς Θεοδώρου τοῦ Στουδίτου, ἤκμασε τό 770 μ.Χ. Σέ αὐτὸν ἀποδίδονται τὰ Ἀναστάσιμα στιχηρὰ, πού ὑπάρχουν στή Δαμασκηναία Ὀκτώηχο, τὰ ἐπιγραφόμενα «Στιχηρὰ Ἀνατολικά» καὶ ἄλλα πολλὰ τοιαῦτα σέ διάφορες Δεσποτικές καὶ Θεομητορικές ἑορτές καὶ σέ ἄλλους Ἁγίoυς.

Σάββατο, 22 Δεκεμβρίου 2018

«Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις» — Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ

Ἦχος πλ. β’ Αὐτόμελον 

Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι. 

νίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ  Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς  σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται.

Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται.

Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ  ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ  Κτίστῃ, ἥκοντι εἰς γῆν, ἐκ Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀστραφθείημεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.
Δόξα… ὅμοιον

γγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.
Καὶ νῦν… Ὅμοιον

Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν.

Πέμπτη, 13 Δεκεμβρίου 2018

Ἡ Παρθένος σήμερον, τὸν Προαιώνιον Λόγον ... Προεόρτιον των Χριστουγέννων

Ἡ Παρθένος σήμερον, 
τὸν προαιώνιον Λόγον, 
ἐν Σπηλαίῳ ἔρχεται, 
ἀποτεκεῖν ἀποῤῥήτως· 
Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, 
δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων· 
βουληθέντα ἐποφθῆναι, 
παιδίον νέον, 
τὸν πρὸ αἰώνων Θεόν.
Απόδοση

Ἡ Παρθένος (Μαρία) σήμερα τὸν Λόγο
ποὺ πρὶν ἀπὸ τοὺς αἰῶνες ἦταν καὶ εἶναι
μὲς στὸ σπήλαιο ἔρχεται γιὰ νὰ (Τὸν) γεννήσει μυστικά.
Ἡ Οἰκουμένη ἄκουσε (τὸ νέο) καὶ χόρευε,
δόξασε μαζὶ μὲ τοὺς Ἀγγέλους καὶ τοὺς Βοσκούς,
τὸν πρὶν ἀπὸ τοὺς αἰῶνες (ζῶντα), Θεὸ
ἐπειδὴ θέλησε νὰ μᾶς φανερωθεῖ σὰν Νέο Παιδί.