Εμφάνιση αναρτήσεων με ετικέτα Μεγάλη Πέμπτη. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Μεγάλη Πέμπτη. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 16 Απριλίου 2020

«Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός» - «Ἔστησαν τά τριάκοντα ἀργύρια»

«Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός 
ἀτιμίαν δι᾽ ἡμᾶς ὑπέμεινε· 
τάς ἀκάνθας ἡ κεφαλή· 
ἡ ὄψις τά ἐμπτύσματα· 
αἱ σιαγόνες τά ῥαπίσματα· 
τό στόμα τήν ἐν ὄξει κερασθεῖσαν χολήν τῇ γεύσει· 
τά ὦτα τάς δυσσεβεῖς βλασφημίας· 
ὁ νῶτος τήν φραγγέλωσιν καί ἡ χείρ τόν κάλαμον· 
αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ· 
τά ἄρθρα τούς ἥλους· καί ἡ πλευρά τήν λόγχην. 
Ὁ παθών ὑπέρ ἡμῶν καί παθῶν ἐλευθερώσας ἡμᾶς, 
ὁ συγκαταβάς ἡμῖν φιλανθρωπίᾳ καί ἀνυψώσας ἡμᾶς, 
παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς».

«Ἔστησαν τά τριάκοντα ἀργύρια 
τήν τιμήν τοῦ τετιμημένου, 
ὅν ἐτιμήσαντο ἀπό υἱῶν Ἰσραήλ. 
Γρηγορεῖτε καί προσεύχεσθε, 
ἵνα μή εἰσέλθητε εἰς πειρασμόν· 
τό μέν πνεῦμα πρόθυμον, ἡ δέ σάρξ ἀσθενής· 
διά τοῦτο γρηγορεῖτε!»

«Ἔδωκαν εἰς τό βρῶμά μου χολήν 
καί εἰς τήν δίψαν μου ἐπότισάν με ὄξος· 
σύ δέ, Κύριε, ἀνάστησόν με, καί ἀνταποδώσω αὐτοῖς».
 

Πέμπτη 25 Απριλίου 2019

«Σήμερον κρεμᾶται ἐπί ξύλου ὁ ἐν ὕδασι τήν γῆν κρεμάσας»

«Σήμερον κρεμᾶται ἐπὶ ξύλου
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται
ὁ τῶν ἀγγέλων Βασιλεύς.
Ψευδῆ πορφύραν περιβάλλεται
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν Νεφέλαις.
Ῥάπισμα κατεδέξατο
ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη
ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχῃ ἐκεντήθη
ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου ἀνάστασιν».