Κυριακή 28 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 148 — «ΑΙΝΕΙΤΕ τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.»

MEMLING, Hans  Angel Musicians

ΑΙΝΕΙΤΕ τὸν Κύριον ἐκ τῶν οὐρανῶν· 

αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. 

αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· 
αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. 

αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, 
αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. 

αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν 
καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. 

αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, 
καὶ ἐγενήθησαν, 
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. 

ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα 
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. 

αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, 
δράκοντες καὶ πᾶσαι ἄβυσσοι· 

πῦρ, χάλαζα, χιών, κρύσταλλος, 
πνεῦμα καταιγίδος, 
τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· 

τὰ ὄρη καὶ πάντες οἱ βουνοί, 
ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· 

τὰ θηρία καὶ πάντα τὰ κτήνη, 
ἑρπετὰ καὶ πετεινὰ πτερωτά· 

βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, 
ἄρχοντες καὶ πάντες κριταὶ γῆς·

νεανίσκοι καὶ παρθένοι, 
πρεσβύτεροι μετὰ νεωτέρων·  

αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, 
ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· 
ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. 

καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· 
ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, 
τοῖς υἱοῖς ᾿Ισραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.




Πέμπτη 25 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 145 — «ΑΙΝΕΙ, ἡ ψυχή μου, τὸν Κύριον·»

«μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων,
οἷς οὐκ ἔστι σωτηρία.»
Most Famous Landscape Paintings
ΑΙΝΕΙ, ἡ ψυχή μου, τὸν Κύριον·

αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, 
ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, 
οἷς οὐκ ἔστι σωτηρία.

ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ. 
καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· 
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες 
οἱ διαλογισμοὶ αὐτοῦ.

μακάριος οὗ ὁ Θεὸς ᾿Ιακὼβ βοηθὸς αὐτοῦ, 
ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ

τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, 
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 
τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, 
διδόντα τροφὴν τοῖς πεινῶσι. 
Κύριος λύει πεπεδημένους,

Κύριος σοφοῖ τυφλούς, 
Κύριος ἀνορθοῖ κατερραγμένους, 
Κύριος ἀγαπᾷ δικαίους,

Κύριος φυλάσσει τοὺς προσηλύτους· 
ὀρφανὸν καὶ χήραν ἀναλήψεται 
καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.

βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, 
ὁ Θεός σου, Σιών, 
εἰς γενεὰν καὶ γενεάν.

(απόδοση στα Νέα Ελληνικά εδώ)


Τετάρτη 24 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 144 —

Αἴνεσις τοῦ Δαυΐδ.

ΥΨΩΣΩ σε, ὁ Θεός μου ὁ βασιλεύς μου,
καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα 

καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου 
καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου 
λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται.
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι 
καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου 
ἐξερεύξονται 
καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, 
μακρόθυμος καὶ πολυέλεος.
χρηστὸς Κύριος τοῖς σύμπασι, 
καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. 
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, 
καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
δόξαν τῆς βασιλείας σου ἐροῦσι
καὶ τὴν δυναστείαν σου λαλήσουσι
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων 
τὴν δυναστείαν σου καὶ τὴν δόξαν 
τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. 
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, 
καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ 
καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας 
καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, 
καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
ἀνοίγεις σὺ τὰς χεῖράς σου 
καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ 
καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, 
πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει 
καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.
φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν 
καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.
αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· 
καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Δευτέρα 22 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 142 — «ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου»

Ψαλμὸς ρμβ´ (142)

Ο Εξάψαλμος αποτελείται από από τους εξής ψαλμούς:

3ος: Εικονίζει την σταθερή ελπίδα της ψυχής στο Θεό.
37ος: Θρήνος της ψυχής για το βάρος των αμαρτιών.
62ος: Απαλή παρηγορητική πρωϊνή προσευχή.
87ος: Δέηση ψυχής τσακισμένης από τις συμφορές.
102ος: Προσευχή ευγνωμοσύνης για τις ευεργεσίες του Θεού.
142ος: Θερμή παράκληση βοήθειας.


Ψαλμὸς τῷ Δαυΐδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει.
ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 
2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 
3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 
4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 
5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 
6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 
7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 
8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 
9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 
10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 
11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 
12 καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
(Μασ. 143).

https://www.youtube.com/watch?v=ZPt3xIBHaHg
Κύριε εἰσάκουσε τὴν προσευχή μου. Πρόσεξε τὴ δέησή μου, Ἐσὺ ποὺ τηρεῖς τὴν ὑπόσχεσή Σου· εἰσάκουσέ με ὡς δίκαιος ποὺ εἶσαι.
Καὶ μὴ θελήσεις νὰ κρίνεις ἐμένα τὸ δοῦλο σου, γιατὶ κανένας ἀπ᾿ ὅσους ζοῦν δὲ θὰ βρεθεῖ δίκαιος μπροστά Σου.
(Εἰσάκουσέ με Κύριε) γιατὶ ὁ ἐχθρὸς κατεδίωξε καὶ πολέμησε τὴν ψυχὴ μου.
Ταπείνωσε κι ἔριξε στὴ γῆ τὴν ὕπαρξή μου, μ᾿ ἔκανε νὰ νιώθω ὅτι ζῶ στὸ σκοτάδι, ὅπως εἶναι ὅλοι οἱ νεκροί· κυριεύθηκε ἀπὸ ὀλιγοψυχία τὸ πνεῦμα μου καὶ ταράχθηκε ἡ καρδιά μου μέσα μου.
Τότε θυμήθηκα τὶς παλιὲς εὐτυχισμένες μέρες, προσήλωσα τὴ σκέψη μου σ᾿ ὅλα ὅσα ἔκανες γιὰ μένα, μελέτησα τὰ ἔργα τῶν χεριῶν Σου.
Ὕψωσα τὰ χέρια μου ἱκετευτικὰ σ᾿ Ἐσένα· ἡ ψυχή μου Σὲ δίψησε ὅπως ἡ ξεραμένη γῆ ζητᾶ νερὸ νὰ ποτιστεῖ.
Εἰσάκουσέ με ὅσο πιὸ γρήγορα γίνεται Κύριε, τὸ πνεῦμα μου μ᾿ ἐγκαταλείπει.
Μὴν ἀποστρέψεις ἀπὸ ἐμένα τὸ πρόσωπό Σου, γιατὶ θὰ μοιάσω στοὺς νεκροὺς ποὺ θάβονται στὸ λάκκο τοῦ τάφου.
Κάνε νὰ νιώσω τὸ πρωὶ τὸ ἔλεός Σου, γιατὶ σ᾿ Ἐσένα στήριξα ὅλη τὴν ἐλπίδα μου.
Γνώρισέ μου Κύριε τὸ δρόμο ποὺ πρέπει νὰ ἀκολουθήσω, γιατὶ σ᾿ Ἐσένα ἐμπιστεύτηκα τὴν ὕπαρξή μου.
Ἐλευθέρωσέ με Κύριε ἀπὸ τοὺς ἐχθρούς μου, γιατὶ σ᾿ Ἐσένα κατέφυγα.
Δίδαξέ με νὰ πράττω τὸ θέλημά Σου, γιατὶ Ἐσὺ εἶσαι ὁ Θεός μου.
Τὸ Πνεῦμα Σου τὸ Ἀγαθὸ ἂς μὲ ὁδηγήσει σὲ τόπο ἴσιο (χωρὶς ἐμπόδια γιὰ τὴν ἄσκηση τῆς ἀρετῆς). Χάρη στὸ ὄνομά Σου Κύριε θὰ μὲ ἀναζωογονήσεις.
Μὲ τὴ δικαιοσύνη Σου θὰ βγάλεις ἀπ᾿ τὴν θλίψη τὴν ψυχή μου, καὶ μὲ τὸ ἔλεος ποὺ θὰ μοῦ δείξεις, θὰ ἐξοντώσεις τοὺς ἐχθρούς μου
καὶ θὰ ἀφανίσεις ὅλους ὅσοι θλίβουν τὴν ψυχή μου, γιατὶ ἐγὼ εἶμαι πιστός Σου δοῦλος (ἀφοσιωμένος).

Πέμπτη 18 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 138 — (ρλη΄). ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;

Thomas Cole - Voyage of Life: Manhood
Ψαλμὸς 138 

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ. 

- ΚΥΡΙΕ, ἐδοκίμασάς με, καὶ ἔγνως με· 

  1. σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· 
  2. τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες, 
  3. ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. 
  4. ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου. 
  5. ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. 
  6. ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 
  7. ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 
  8. ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 
  9. καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. 
  10. καὶ εἶπα· ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· 
  11. ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. 
  12. ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. 
  13. ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. 
  14. οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς· 
  15. τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς. 
  16. ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· 
  17. ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ. 
  18. ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, 
  19. ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. 
  20. οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; 
  21. τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. 
  22. δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου. 
  23. καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

 
 
Στον αρχιμουσικό. Ψαλμός τού Δαβίδ.
  1. ΚΥΡΙΕ, με δοκίμασες και με γνώρισες.
  2. Εσύ γνωρίζεις το κάθισμά μου και την έγερσή μου· καταλαβαίνεις τους λογισμούς μου από μακριά·
  3. διερευνάς το περπάτημά μου και το πλάγιασμά μου, και όλους τους δρόμους μου γνωρίζεις.
  4. Επειδή, δες, και πριν ο λόγος έρθει στη γλώσσα μου, εσύ, Κύριε, γνωρίζεις το παν.
  5. Με περικυκλώνεις από πίσω και από μπροστά, και έβαλες το χέρι σου επάνω μου.
  6. Η γνώση αυτή είναι σε μένα υπερθαύμαστη· είναι υψηλή· δεν μπορώ να φτάσω σ’ αυτή.
  7. Πού να πάω από το πνεύμα σου; Και από το πρόσωπό σου πού να φύγω;
  8. Αν ανέβω στον ουρανό, είσαι εκεί, αν πλαγιάσω στον άδη, νάσου εσύ.
  9. Αν πάρω τα φτερά τής αυγής, και κατοικήσω στις εσχατιές τής θάλασσας,
  10. και εκεί θα με οδηγήσει το χέρι σου, και το δεξί σου χέρι θα με κρατάει.
  11. Αν πω: Το σκοτάδι, σίγουρα, θα με σκεπάσει, αλλά κι αυτή η νύχτα θα είναι ολόγυρά μου φως·
  12. κι αυτό το σκοτάδι δεν σκεπάζει από σένα τίποτε· και η νύχτα λάμπει όπως η ημέρα· σε σένα το σκοτάδι είναι όπως το φως.
  13. Επειδή, εσύ μόρφωσες τα νεφρά μου· με περιτύλιξες μέσα στην κοιλιά τής μητέρας μου.
  14. Θα σε υμνώ, επειδή πλάστηκα με φοβερό και θαυμάσιο τρόπο· τα έργα σου είναι θαυμάσια· και η ψυχή μου το γνωρίζει αυτό πολύ καλά.
  15. Δεν κρύφτηκαν τα κόκαλά μου από σένα, ενώ λάβαινε χώρα η κατασκευή μου μέσα σε κρυφό χώρο, και έπαιρνα μορφή μέσα στα κατώτατα μέρη τής γης.
  16. Το αδιαμόρφωτο του σώματός μου είδαν τα μάτια σου· και μέσα στο βιβλίο σου όλα αυτά ήσαν γραμμένα, όπως και οι ημέρες κατά τις οποίες σχηματίζονταν, και ενώ τίποτε απ’ αυτά δεν υπήρχε·
  17. πόσο δε πολύτιμες είναι οι βουλές σου σε μένα, Θεέ μου! Πόσο μεγαλύνθηκε ο αριθμός τους!
  18. Αν ήθελα να τις απαριθμήσω, υπερβαίνουν την άμμο· ξυπνάω, κι ακόμα είμαι μαζί σου.
  19. Βέβαια, θα θανατώσεις, Θεέ, τους ασεβείς· απομακρυνθείτε, λοιπόν, από μένα, άνδρες αιμάτων.
  20. Επειδή, μιλούν εναντίον σου με τρόπο ασεβή· οι εχθροί σου παίρνουν το όνομά σου μάταια.
  21. Μήπως δεν μισώ, Κύριε, εκείνους που σε μισούν; Και δεν αγανακτώ ενάντια σ’ εκείνους που επαναστατούν εναντίον σου;
  22. Με τέλειο μίσος τούς μισώ· τους έχω για εχθρούς.
  23. Θεέ, δοκίμασέ με, και γνώρισε την καρδιά μου· εξέτασέ με, και μάθε τους στοχασμούς μου·
  24. και δες, μήπως υπάρχει μέσα μου κάποιος δρόμος ανομίας· και οδήγησέ με στον δρόμο τον αιώνιο.

Δευτέρα 15 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 135 — (ρλε'). Εξομολογείσθε τω Κυρίω

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
........................
τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
........................
καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.





Δοξολογείτε συνεχώς τον Κύριον, επειδή είναι αγαθός,
και ανεξάντλητο και αιώνιο είναι το έλεός του.
Δοξολογείτε συνεχώς τον Θεόν, τον Κύριον σε όλους τους θεούς της γης,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Δοξολογείτε συνεχώς τον Κύριον, που είναι ο απόλυτος
εξουσιαστής και κυρίαρχος όλων των αρχόντων·
επειδή αιώνιον και ανεξάντλητο είναι το έλεός του.
Δοξολογείτε αυτόν, που έργα θαυμαστά μόνος του επιτέλεσε,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Αυτόν, που έκτισε τους ουρανούς με άπειρη σοφία,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Στέριωσε τη γη πάνω στα ύδατα,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Δοξολογείτε αυτόν, που μόνος του, χωρίς κανενός τη βοήθεια ,
δημιούργησε τα μεγάλα φώτα,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Δημιούργησε δηλαδή τον ήλιο, εξουσιαστή της ημέρας
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Δημιούργησε τη σελήνη και τ΄αστέρια,
για να εξουσιάζουν με το φως τους κατά την νύκτα,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Δοξολογείτε αυτόν,που χτύπησε με θάνατο
τα πρωτοτόκα των Αιγυπτίων,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Αυτόν, που έβγαλε ελεύθερο τον ισραηλιτικό λαό
εκ μέσου των Αιγυπτίων,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Τους λευτέρωσε με την ακατανίκητη δύναμή του, 

με τον παντοδύναμο βραχίονα του,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Δοξολογείτε τον Κύριον, που έκοψε στα δύο την Ερυθρά θάλασσα,
διότι αιώνιο και ανεξάντλητο είναι το έλεός του.
.......................
Αυτόν, που καθοδήγησε και προστάτευσε το λαό του στην έρημο,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
......................
Μας γλύτωσε από τα χέρια των εχθρών μας,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Αυτός δίνει τροφή σε κάθε σάρκα, σε κάθε έμβιο,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.
Υμνείτε συνεχώς και δοξολογείτε το Θεό του ουρανού,
επειδή αιώνιο και ανεξάντλητο είναι το έλεός του.

prayer

Ευχαριστούμε @ίσια που μας το συνέστησες
και σε καλωσορίζουμε στη συντροφιά μας :) 

.

Κυριακή 7 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 127 — (ΡΚΖ΄). ᾿ῼδὴ τῶν ἀναβαθμῶν: «οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.»

᾿ῼδὴ τῶν ἀναβαθμῶν. 

ΜΑΚΑΡΙΟΙ πάντες οἱ φοβούμενοι τὸν Κύριον, 

οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. 
2 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· 
μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. 
3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα 
ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· 
οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. 
4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. 
5 εὐλογήσαι σε Κύριος ἐκ Σιών,
καὶ ἴδοις τὰ ἀγαθὰ ῾Ιερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 
6 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. 
εἰρήνη ἐπὶ τὸν ᾿Ισραήλ.

(Μασ. 128)
Μετάφραση 
(από το περιοδικό «Η δράση μας»)

Συ, που ευλαβείσαι τον Κυριο, 
θα τρώγεις τους κόπους των χειρών σου, 
και όχι οι ξένοι και οι εχθροί σου.
Είσαι καλότυχος και ευτυχισμένος, 
και όλα τα ζητήματά σου θα πάνε καλά.
Η γυναίκα σου, μέσα στα δωμάτια του σπιτιού σου, 
θα είναι σαν την κληματαριά της αυλής σου, την γεμάτη καρπούς.
Τα παιδιά σου θα παρακάθονται ολόγυρα από το τραπέζι σου, 
σαν νεόφυτα δενδρύλλια ελαιών.
Να, έτσι θα ευλογηθεί κάθε άνθρωπος, 
ο οποίος σέβεται και ευλαβείται τον Κύριο.
Είθε, λοιπόν, εσένα που σέβεσαι τον Θεό, 
να σε ευλογήσει ο Κύριος από την αγία Σιών, 
όπου ο ιερός ναός του,
να δεις και να απολαύσεις τα αγαθά της Ιερουσαλήμ, 
όλες τις ημέρες της ζωής σου.
Είθε να δεις παιδιά των παιδιών σου.

Άλκιμοι

Τρίτη 2 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 122 — Η προσδοκία των ταπεινομένων


ᾨδὴ τῶν ἀναβαθμῶν

Πρός σὲ ἦρα τοὺς ὀφθαλμούς μου 
τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. 
ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, 
ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, 
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, 
ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. 
ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, 
ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, 
ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. 
Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, 
καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Ελεύθερη απόδοση
Κύριε, μόνο σε Σένα έχω τα μάτια μου υψωμένα
σε Σένα που κατοικείς στον ουρανό.
Να, όπως τα βλέμματα των δούλων είναι στραμμένα 
στα χέρια των κυρίων τους,
όπως τα μάτια της ψυχοκόρης στα χέρια της κυράς της, 
έτσι και τα δικά μας μάτια στρέφονται προς τον Κύριο και Θεό μας,
μέχρις ότου μας ευλογήσει με τα ελέη Του.
Ελέησέ μας, Κύριε, ελέησέ μας, 
γιατί για χρόνο πολύ 
στην καταφρόνια μας έριξαν 
και μας εξουθένωσαν,
και η ψυχή μας βάρυνε πολύ. 
Μακάρι το όνειδος να πέσει πάνω στους πάμπλουτους
που μας καταδυναστεύουν,
και οι αλαζόνες να εξουθενωθούν. 
Βασιλική Δεδούση