Τρίτη 3 Απριλίου 2018

Όρθρος Μεγάλης Τρίτης - Ποίημα Κοσμᾶ Μοναχοῦ: «Τῷ δόγματι, τῷ τυραννικῷ...»

ᾨδὴ η’ Ἦχος β’
Ὁ Εἱρμὸς


ὁ β’ Χορὸς

Τῷ δόγματι, τῷ τυραννικῷ, 

οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, 
ἐν τῇ καμίνῳ βληθέντες, 
Θεὸν ὡμολόγουν ψάλλοντες· 
Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
ὁ α’ Χορὸς
Τῷ δόγματι, τῷ τυραννικῷ,

ὁ β’χορὸς
Στίχ. Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Ῥαθυμίαν, ἄπωθεν ἡμῶν, βαλλώμεθα, 
καὶ φαιδραῖς ταῖς λαμπάσι, 
τῷ ἀθανάτῳ Νυμφίῳ Χριστῷ, 
ὕμνοις συναντήσωμεν·
Εὐλογεῖτε βοῶντες, τὰ ἔργα τὸν Κύριον.

ὁ α’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ῥαθυμίαν, ἄπωθεν ἡμῶν.

ὁ β’χορὸς

Στίχ. Εὐλογοῦμεν Πατέρα,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.

Ἱκανούσθω, τὸ κοινωνικόν, ψυχῆς ἡμῶν ἔλαιον ἐνἀγγείοις, ὅπως ἐπάθλων μὴ θέντες καιρὸν ἐμπορίας, ψάλλωμεν·Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

ὁ α’χορὸς

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Τὸ τάλαντον, ὅσοι πρὸς Θεοῦ, ἐδέξασθε ἰσοδύναμον χάριν, ἐπικουρίᾳ τοῦ δόντος Χριστοῦ, αὐξήσατε ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

ὁ β’χορὸς

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία

Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

ὁ α’χορὸς

ὁ Εἱρμὸς

Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε

ὁ β’χορὸς

Ἡ τὸν ἀχώρητον Θεόν, ……

ὁ α’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τοῖς Μαθηταῖς ὁ ἀγαθός, γρηγορεῖτε ἔφησας· ᾗ γὰρ ὥρα ἥξει ὁ Κύριος, ἀγνοεῖτε, ἀποδοῦναι ἑκάστῳ.

ὁβ’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Τοῖς Μαθηταῖς ὁ ἀγαθός, ….

ὁ α’χορὸς

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἐν τῇ δευτέρᾳ σου φρικτῇ, παρουσίᾳ Δέσποτα, δεξιοῖς προβάτοις με σύνταξον,τῶν πταισμάτων, παριδών μου τὰ πλήθη.

ὁ β’χορὸς

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Ἐν τῇ δευτέρᾳ σου φρικτῇ. ….

ὁ α’χορὸς

Καταβασία

Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.