Παρασκευή 19 Μαρτίου 2021

Χαιρετισμοί της Θεοτόκου - Στάση Α'

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, 
εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· 
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, 
σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, 
καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· 
χαῖρε, δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· 
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· 
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· 
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· 
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως·
Χαῖρε, δι΄ ἧς νεουργεῖται ἡ κτίσις· 
χαῖρε, δι΄ ἧς βρεφουργειται ο Κτίστης·
Χαῖρε, νύμφη ἀνύμφευτε.

Β
λέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ 
φησὶ τῷ Γαβριὴλ θαρσαλέως· 
Τὸ παράδοξόν σου τῆς φωνῆς 
δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· 
ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων·
Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα 
ἐβόησε πρὸς τὸν λειτουργοῦντα· 
Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; 
λέξον μοι. 
πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·

Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ 
χαῖρε͵ σιγῇ δεομένων πίστις·
Χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ 
χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
Χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· 
χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν·
Χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· 
χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·
Χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· 
χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
Χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· 
χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε 
πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· 
καὶ τὴν εὔκαρπον ταύτης νηδὺν 
ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι 
τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· 
Ἀλληλούϊα.

χουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν 
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· 
τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν 
τὸν ταύτης ἀσπασμὸν ἔχαιρε 
καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· 
χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα·
Χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· 
χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
Χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· 
χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν·
Χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· 
χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
Χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· 
χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
Χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· 
χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, 
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, 
πρὸς τὴν ἄγαμόν σε θεωρῶν, 
καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε· 
μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· 
Ἀλληλούϊα.