Κυριακή, 3 Μαΐου 2020

Παναγία «Η χαρά των θλιβομένων»

Πάντων θλιβομένων ἡ χαρά, 
καὶ ἀδικουμένων προστάτις, 
Πάντων, προστατεύεις ἀγαθή,
τῶν καταφευγόντων ἐν πίστει,
τῇ κραταιᾷ σου χειρί·
ἄλλην γὰρ οὐκ ἔχομεν,
ἁμαρτωλοὶ πρὸς Θεόν,
ἐν κινδύνοις καὶ θλίψεσιν,
ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν,
Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου·
ὅθεν σοι προσπίπτομεν ῥῦσαι,
πάσης περιστάσεως τοὺς δούλους σου.

youtube
Πάντων θλιβομένων ἡ χαρά, 
καὶ ἀδικουμένων προστάτις, 
καὶ πενομένων τροφή, 
ξένων τε παράκλησις, 
καὶ βακτηρία τυφλῶν, 
ἀσθενούντων ἐπίσκεψις, 
καταπονουμένων σκέπη καὶ ἀντίληψις, 
καὶ ὀρφανῶν βοηθός, 
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, 
σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, 
δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Στιχηρά του Πάσχα

Στιχηρά
Ἦχος πλ. α'

Στίχος: Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, 
καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, 
Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, 
Πάσχα πανσεβάσμιον, 
Πάσχα Χριστὸς ὁ λυτρωτής, 
Πάσχα ἄμωμον, Πάσχα μέγα, 
Πάσχα τῶν πιστῶν, 
Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, 
Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχος: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, 
ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, 
καὶ τῇ Σιὼν εἴπατε· 
Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, 
τῆς Ἀναστάσεως Χριστοῦ, 
τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, 
τὸν Βασιλέα Χριστόν, 
θεασαμένη ἐκ τοῦ μνήματος,
 ὡς νυμφίον προερχόμενον.
Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, 
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, 
ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, 
εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, 
καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· 
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 
τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; 
ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχος
: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, 
ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, 
Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, 
Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, 
ὦ Πάσχα λύτρον λύπης· 
καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, 
ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· 
Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νῦν...

Ἀναστάσεως ἡμέρα, 
καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, 
καὶ ἀλλήλους περιπτυξώμεθα. 
Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· 
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, 
καὶ οὕτω βοήσωμεν· 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, 
θανάτῳ θάνατον πατήσας, 
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Αναστάσιμοι Ύμνοι (Μεγαλυνάρια - Καταβασία)


Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 
ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 
σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
῍Ω θείας! ὢ φίλης! 
ὢ γλυκυτάτης σου φωνῆς! 
μεθ' ἡμῶν ἀψευδῶς γάρ, 
ἐπηγγείλω, ἔσεσθαι, 
μέχρι τερμάτων αἰῶνος Χριστέ·
 ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, 
κατέχοντες ἀγαλλόμεθα.
https://www.youtube.com/watch?v=aqSVwD2e34M
Χαῖρε, Παρθένε, χαῖρε· 
χαῖρε, εὐλογημένη· 
χαῖρε, δεδοξασμένη, 
σὸς γὰρ Υἱὸς ἀνέστη 
τριήμερος ἐκ τάφου.

῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· 
ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· 
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, 
ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Καταβασία​

Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· 
Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· 
Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 
ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 
σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.​

Κυριακή, 19 Απριλίου 2020

Αναστάσιμα Απολυτίκια των Οκτώ Ήχων

Τα αναστάσιμα απολυτίκια είναι στο σύνολο τους οχτώ, όσοι και 
Το εκάστοτε αναστάσιμο απολυτίκιο προηγείται από αυτό του αγίου της ημέρας.
Αποτελούν αντιπροσωπευτικά δείγματα απαράμιλλης λογοτεχνικής και ποιητικής αξίας και συγχρόνως ίσως είναι τα πιο πολυαγαπημένα τροπάρια των πιστών, τα οποία και τροφοδοτούν θεοπρεπώς και πλουσίως τις διψασμένες για αλήθεια και αληθινή χαρά ψυχές των ανθρώπων.

Το κεντρικό τους θέμα είναι η Ανάσταση του Κυρίου, και γι΄ αυτό κατέχουν κυρίαρχη θέση στον εσπερινό του Σαββάτου και τον Όρθρο της Κυριακής, (η Κυριακή είναι η μέρα εκείνη της εβδομάδος που είναι αποκλειστικά αφιερωμένη στην Ανάσταση του Κυρίου). 

Πρόκειται για κείμενα με εκπληκτικά παραστατικές εικόνες από μια συγκεκριμένη περίοδο της ζωής του Χριστού, όπου περιγράφονται γεγονότα με πρωταρχική σημασία στη διδασκαλία της Εκκλησίας. 
Περιέχουν δόγματα, αλήθειες της πίστεως επενδυμένες με ποιητικό μέλος. 
Μεταδίδουν τις ίδιες αλήθειες και τα ίδια βιώματα της πρώτης Εκκλησίας στους ανθρώπους κάθε εποχής, διασώζοντας έτσι την παράδοση της Εκκλησίας. 
Βοηθούν τους πιστούς ν’ αναπτύξουν ένα θεανθρώπινο καθολικό ήθος, διότι έχουν και χωροχρονικές διαστάσεις. Μ’ αυτά τα απολυτίκια αγιάζονται οι άνθρωποι σ’ όλους τους τόπους (Αφρική, Αμερική κλπ) και σ’ όλες τις εποχές.
...................
περισσότερα εδώ

Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, 
καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, 
ἀνέστης τριήμερος Σωτήρ, 
δωρούμενος τῶ κόσμω τὴν ζωήν. 
Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, 
ἐβόων σοὶ Ζωοδότα. 
Δόξα τὴ Ἀναστάσει σου, Χριστέ, 
δόξα τὴ βασιλεία σου, 
δόξα τὴ οἰκονομία σου, 
μόνε Φιλάνθρωπε.
youtube
Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, 
ἡ Ζωὴ ἡ ἀθάνατος, 
τότε τὸν Ἅδην ἐνέκρωσας 
τὴ ἀστραπὴ τῆς θεότητος, 
ὅτε δὲ καὶ τοὺς τεθνεώτας 
ἐκ τῶν καταχθονίων ἀνέστησας, 
πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, 
Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.

youtube
Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, 
ἀγαλλιάσθω τὰ ἐπίγεια, 
ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, 
ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, 
πρωτότοκος τῶν νεκρῶν ἐγένετο, 
ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, 
καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.

youtube
Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, 
τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, 
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, 
τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, 
Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, 
δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

youtube
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, 
τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, 
ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, 
ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, 
καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, 
ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.

youtube
Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνήμά σου, 
καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, 
καὶ ἵστατο οἱ Μαρία ἐν τῷ τάφω, 
ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. 
Ἐσκύλευσας τὸν Ἅδην,
μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, 
ὑπήντησας τῇ Παρθένῳ, 
δωρούμενος τὴν ζωήν, 
ὁ ἀναστὰς ἐκ των νεκρῶν, 
Κύριε δόξα σοί.

youtube
Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, 
ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, 
τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, 
καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· 
ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, 
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

youtube
Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, 
ταφὴν καταδέξω τριήμερον, 
ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. 
Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, 
Κύριε δόξα σοι.
youtube

Παρασκευή, 17 Απριλίου 2020

Σέ τόν ἀναβαλλόμενον, τό φῶς ὥσπερ ἱμάτιον...

Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, 
καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, 
καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, 
εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· 
Οἴμοι, γλυκύτατε Ἰησοῦ! 
ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, 
ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, 
καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· 
ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· 
πῶς σε κηδεύσω Θεέ μου; 
ἢ πῶς σινδόσιν εἱλήσω; 
ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; 
ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; 
Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, 
σὺν τῇ Ἀναστάσει, κραυγάζων· 
Κύριε δόξα σοι.

Ο Μεγάλος «Ξένος» (δός μοι τοῦτον τόν ξένον)

Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτίνας,
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ,
ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει λέγων·
δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· 

δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες θανατοῦσιν ὡς ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν τοῦ θανάτου τὸ ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδεν ξενίζειν τοὺς πτωχούς τε καὶ ξένους·
δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ·
δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλῖναι·
δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ καθορῶσα νεκρωθέντα ἐβόα·
Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι,
καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα,
ἀλλὰ τῇ σῇ ἀναστάσει θαρροῦσα μεγαλύνω.
Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον
ὁ εὐσχήμων λαμβάνει τοῦ Σωτῆρος τὸ σῶμα,
ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ
τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.


youtube
Μεταγραφή

Τον ήλιο που έκρυψε τις ίδιες του τις ακτίνες 
και το καταπέτασμα του ναού που διερράγη, λόγω του θανάτου του Σωτήρος, 
ο Ιωσήφ όταν τα είδε, προσήλθε στον Πιλάτο και θερμά ικετεύει λέγοντας: 
Δώσε μου αυτόν τον ξένο, που από βρέφος σαν ξένος φιλοξενήθηκε στον κόσμο. 
Δώσε μου αυτόν τον ξένο, που οι ομόφυλοι από μίσος τον θανατώνουν σαν ξένο. 
Δώσε μου αυτόν τον ξένο, που με ξενίζει να βλέπω του θανάτου του το παράξενο. 
Δώσε μου αυτόν τον ξένο, που ήξερε να φιλοξενεί τους πτωχούς και τους ξένους. 
Δώσε μου αυτόν τον ξένο, που οι Εβραίοι από φθόνο τον απεξένωσαν από τον κόσμο. 
Δώσε μου αυτόν τον ξένο, για να κρύψω σε τάφο, που σαν ξένος δεν είχε που να γείρει το κεφάλι. 
Δώσε μου αυτόν τον ξένο, που βλέποντάς τον νεκρό η Μητέρα φώναζε: 
Ω, Υιέ μου και Θεέ μου, αν και στα σπλάχνα πληγώνομαι και στην καρδιά σπαράζω που σε βλέπω νεκρό, 
αλλά αναθαρρώντας από την ανάστασή σου, δοξάζω. 
Και με τα λόγια αυτά ικετεύοντας τον Πιλάτο ο άρχοντας 
λαμβάνει του Σωτήρος το σώμα, 
που και με φόβο το τύλιξε σε σεντόνι και σε σμύρνα 
και το έβαλε σε τάφο, 
αυτόν που παρέχει σε όλους ζωή αιώνια και το μεγάλο έλεος.
☦ ☦ ☦ ☦ ☦ ☦ ☦
Ο Ιωσήφ ο από Αριμαθαίας, επισκέφθηκε τον Πιλάτο και εζήτησε τό πανακήρατο Σώμα του Χριστού, που ακόμη ήταν επάνω στο Σταυρό, για να το ενταφιάσει. 
Ο άγιος Επιφάνιος Κύπρου, παίρνοντας αφορμή από την ευαγγελική διήγηση, συνθέτει μιά υπέροχη ομιλία, όπου εμφανίζει τόν Ιωσήφ να λέγει προς τον Πιλάτο: “δός μοι τούτον τόν Ξένον”.
Ο ύμνος αυτός διαβάζεται ή ακούγεται στις εκκλησίες τη Μεγάλη Παρασκευή το βράδυ μετά την περιφορά του επιταφίου.

Απόσπασμα από τον λόγο του Αγίου Επιφανίου, Αρχιεπισκόπου Κύπρου (4ος — 5ος αι.)
agiosminas

Πέμπτη, 16 Απριλίου 2020

«Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός» - «Ἔστησαν τά τριάκοντα ἀργύρια»

«Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός 
ἀτιμίαν δι᾽ ἡμᾶς ὑπέμεινε· 
τάς ἀκάνθας ἡ κεφαλή· 
ἡ ὄψις τά ἐμπτύσματα· 
αἱ σιαγόνες τά ῥαπίσματα· 
τό στόμα τήν ἐν ὄξει κερασθεῖσαν χολήν τῇ γεύσει· 
τά ὦτα τάς δυσσεβεῖς βλασφημίας· 
ὁ νῶτος τήν φραγγέλωσιν καί ἡ χείρ τόν κάλαμον· 
αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ· 
τά ἄρθρα τούς ἥλους· καί ἡ πλευρά τήν λόγχην. 
Ὁ παθών ὑπέρ ἡμῶν καί παθῶν ἐλευθερώσας ἡμᾶς, 
ὁ συγκαταβάς ἡμῖν φιλανθρωπίᾳ καί ἀνυψώσας ἡμᾶς, 
παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς».

«Ἔστησαν τά τριάκοντα ἀργύρια 
τήν τιμήν τοῦ τετιμημένου, 
ὅν ἐτιμήσαντο ἀπό υἱῶν Ἰσραήλ. 
Γρηγορεῖτε καί προσεύχεσθε, 
ἵνα μή εἰσέλθητε εἰς πειρασμόν· 
τό μέν πνεῦμα πρόθυμον, ἡ δέ σάρξ ἀσθενής· 
διά τοῦτο γρηγορεῖτε!»

«Ἔδωκαν εἰς τό βρῶμά μου χολήν 
καί εἰς τήν δίψαν μου ἐπότισάν με ὄξος· 
σύ δέ, Κύριε, ἀνάστησόν με, καί ἀνταποδώσω αὐτοῖς».

Τετάρτη, 15 Απριλίου 2020

Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο...

Ὅτε οἱ ἔνδοξοι Μαθηταί, 
ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, 
τότε Ἰούδας ὁ δυσσεβής, 
φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, 
καὶ ἀνόμοις κριταῖς, 
σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. 
Βλέπε χρημάτων ἐραστά, 
τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, 
φεῦγε ἀκόρεστον ψυχὴν 
τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. 
Ὁ περὶ πάντας ἀγαθός, 
Κύριε δόξα σοι.

Τρίτη, 14 Απριλίου 2020

Η Πόρνη και ο Μαθητής:
«Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τό μύρον...»
«Πόρνη προσῆλθε σοι μύρα σύν δάκρυσι...»

αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, 
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, 
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, 
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, 
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
δεινὸν ἡ ῥαθυμία! 
μεγάλη ἡ μετάνοια! 
ἣν μοι δώρησαι Σωτήρ, 
ὁ παθὼν ὑπὲρ ἡμῶν, 
καὶ σῶσον ἡμᾶς.

Πόρνη προσῆλθέ σοι μύρα σὺν δάκρυσι 
κατακενούσά σου ποσί, φιλάνθρωπε, 
καὶ δυσωδίας τῶν κακῶν λυτροῦται τῇ κελεύσει σου 
πνέων δὲ τὴν χάριν σου μαθητὴς ὁ ἀχάριστος 
ταύτην ἀποβάλλεται καὶ βορβόρῳ συμφύρεται, 
φιλαργυρίᾳ ἀπεμπολῶν σέ. 
Δόξα, Χριστέ, τῇ εὐσπλαγχνίᾳ σου


Δευτέρα, 13 Απριλίου 2020

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου...

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, 
πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; 
ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, 
ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, 
καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, 
καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, 
καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Κυριακή, 12 Απριλίου 2020

Ἐρχόμενος ὁ Κύριος, πρός τό ἑκούσιον Πάθος...

Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, 
τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ. 
Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα,
καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, 
καθώς γέγραπται περὶ αὐτοῦ. 
Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, 
συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, 
καὶ νεκρωθῶμεν δι’ αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, 
ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, 
οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν, 
ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, 
καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, 
καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, 
ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.


Παρασκευή, 27 Μαρτίου 2020

Τό προσταχθέν μυστικῶς λαβών ἐν γνώσει...

Το αρχικό «προοίμιο» του Ακαθίστου Ύμνου είναι «το προσταχθέν μυστικώς λαβών εν γνώσει» και εξυμνεί τον Ευαγγελισμό της Θεοτόκου. 
Αντικαταστάθηκε από το 626μ.Χ. από το « Τη Υπερμάχω Στρατηγώ...» σαν ευχαριστία για τη σωτηρία της Κωνσταντινουπόλεως από την πολιορκία των Αβάρων.
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, 
ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, 
ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω· 
ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς, 
χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοι· 
Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, 
λαβόντα δούλου μορφήν, 
ἐξίσταμαι κραυγάζων σοι· 
Χαῖρε Νύμφη ἀνύμφευτε.

Τετάρτη, 26 Φεβρουαρίου 2020

Τά πλήθη τῶν πεπραγμένων μοι δεινῶν...

Ἕνας ὑπέροχος καὶ κατανυκτικὸς ὕμνος, ὁ ὁποῖος ψάλλεται στὸν Ὄρθρο τῶν Κυριακῶν τῆς Μεγάλης Τεσσαρακοστῆς
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου 
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, 
ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, 
ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· 
ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, 
ὡς ὁ Δαυῒδ βοῶ σοι· 
Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.