Τετάρτη 20 Απριλίου 2022

Σήμερον τό κατά τοῦ Χριστοῦ πονηρόν συνήχθη συνέδριον...

... καὶ κατ’ αὐτοῦ κενὰ ἐβουλεύσατο, 
παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. 

Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον, 
καὶ κατ’ αὐτοῦ κενὰ ἐβουλεύσατο, 
παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. 
Σήμερον τὴν τῶν χρημάτων ἀγχόνην, 
Ἰούδας ἑαυτῷ περιτίθησι, καὶ στερεῖται κατ’ ἄμφω, 
ζωῆς προσκαίρου καὶ θείας. 
Σήμερον Καϊάφας, ἄκων προφητεύει, 
Συμφέρει λέγων, ὑπὲρ τοῦ λαοῦ ἕνα ἀπολέσθαι, 
ἦλθε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τοῦ παθεῖν, 
ἵνα ἡμᾶς ἐλευθερώσῃ, 
ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, 
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου