Παρασκευή 3 Μαρτίου 2017

Δαυίδ, Ψαλμὸς 062 — (ξβ'). «ἐν τοι̃ς ὄρθροις ἐμελέτων εἰς σέ ὅτι ἐγενήθης βοηθός μου»

1. ψαλμὸς τω̨̃ Δαυιδ ἐν τω̨̃ εἰ̃ναι αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ τη̃ς Ιουδαίας 
2. ὁ θεὸς ὁ θεός μου πρὸς σὲ ὀρθρίζω ἐδίψησέν σοι ἡ ψυχή μου 
ποσαπλω̃ς σοι ἡ σάρξ μου ἐν γη̨̃ ἐρήμω̨ καὶ ἀβάτω̨ καὶ ἀνύδρω̨ 

3. οὕτως ἐν τω̨̃ ἁγίω̨ ὤφθην σοι του̃ ἰδει̃ν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου

4. ὅτι κρει̃σσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσίν σε

5. οὕτως εὐλογήσω σε ἐν τη̨̃ ζωη̨̃ μου ἐν τω̨̃ ὀνόματί σου ἀρω̃ τὰς χει̃ράς μου

6. ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου

7. εἰ ἐμνημόνευόν σου ἐπὶ τη̃ς στρωμνη̃ς μου ἐν τοι̃ς ὄρθροις ἐμελέτων εἰς σέ 

8. ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τη̨̃ σκέπη̨ τω̃ν πτερύγων σου ἀγαλλιάσομαι 

9.ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμου̃ ἀντελάβετο ἡ δεξιά σου
10. αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τη̃ς γη̃ς

11. παραδοθήσονται εἰς χει̃ρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται 

12. ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τω̨̃ θεω̨̃ ἐπαινεσθήσεται πα̃ς ὁ ὀμνύων ἐν αὐτω̨̃ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα
==========================
Και πάλιν. 

Εν τοις όρθροις εμελέτων εις σε, ότι εγενήθης βοηθός μου, και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι. Εκολλήθη η ψυχή μου οπίσω σου, εμού δε αντελάβετο η δεξιά σου.

Δόξα, και νυν.
Αλληλούια, αλληλούια, αλληλούια, δόξα σοι, ο Θεός.
Κύριε ελέησον.
Δόξα, και νυν.