Τρίτη 19 Απριλίου 2022

Η Πόρνη και ο μαθητής...

αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, 
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, 
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, 
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, 
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
δεινὸν ἡ ῥαθυμία! 
μεγάλη ἡ μετάνοια! 
ἣν μοι δώρησαι Σωτήρ, 
ὁ παθὼν ὑπὲρ ἡμῶν, 
καὶ σῶσον ἡμᾶς.

Πόρνη προσῆλθέ σοι μύρα σὺν δάκρυσι 
κατακενούσά σου ποσί, φιλάνθρωπε, 
καὶ δυσωδίας τῶν κακῶν λυτροῦται τῇ κελεύσει σου 
πνέων δὲ τὴν χάριν σου μαθητὴς ὁ ἀχάριστος 
ταύτην ἀποβάλλεται καὶ βορβόρῳ συμφύρεται, 
φιλαργυρίᾳ ἀπεμπολῶν σέ. 
Δόξα, Χριστέ, τῇ εὐσπλαγχνίᾳ σου


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου