Παρασκευή 6 Απριλίου 2018

«Κύματι θαλάσσης» - (στη μνήμη της γιαγιάς Βασιλικής)


«Κύματι θαλάσσης, 
τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, 
ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, 
ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. 
Ἐνδόξως γάρ δεδόξασται».

Οἱ Παῖδες τῶν σεσωσμένων 
ἔκρυψαν ὑπὸ γῆς τὸν κρύψαντα διώκτην τύραννον 
πάλαι κύματι θαλάσσης, 
ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. 
Ἐνδόξως γάρ δεδόξασται.

στη μνήμη της γιαγιάς Βασιλικής

Μεγαλυνάρια


Ἄξιον ἐστίν ὡς ἀληθῶς, 
μακαρίζειν Σε τήν Θεοτόκον, 
τήν ἀειμακάριστον καί παναμώμητον 
καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. 
Τήν τιμιωτέραν τῶν Χερουβείμ 
καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, 
τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, 
τήν ὄντως Θεοτόκον 
Σέ μεγαλύνομεν.

Τήν ὑψηλοτέραν τῶν οὐρανῶν 
καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, 
τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, 
τήν Δέσποιναν τοῦ κόσμου 
ὕμνοις τιμήσωμεν.

Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, 
ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή. 
Πρός Σέ καταφεύγω τήν Κεχαριτωμένην,
ἐλπίς ἀπηλπισμένων, 
Σύ μοι βοήθησον.

Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, 
δέξαι παρακλήσεις ἀναξίων Σῶν ἱκετῶν, 
ἵνα μεσιτεύσης πρός τόν ἐκ Σοῦ τεχθέντα, 
ὦ Δέσποινα τοῦ κόσμου 
γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως Σοί τήν ὠδήν, 
νῦν τῆ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς. 
Μετά τοῦ Προδρόμου καί Πάντων τῶν Ἁγίων 
δυσώπει, Θεοτόκε, 
τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, 
τῶν μή προσκυνούντων τήν Εἰκόνα Σου τήν σεπτήν, 
τήν ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου 
Λουκᾶ ἱερωτάτου, 
τήν Ὁδηγήτριαν.

Πέμπτη 5 Απριλίου 2018

Μὴ πλανᾶσθε Ἰουδαῖοι·... αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς,
καὶ ἡ εἰρήνη τοῦ Κόσμου.


Αντίφωνο ΙΒ' της Μεγάλης Παρασκευής 
μετά του Καθίσματος, ήχος πλάγιος του δ'.

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· 
Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; 
τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, 
ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. 
Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; 
ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, 
ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· 
οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, 
κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, 
κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.


Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, 
εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων· 
καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ ἥλιος κρύπτει, 
Δεσπότην ὁρῶν σταυρούμενον.

Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, 
ὁ χορὸς τῶν Ἀποστόλων βοᾷ πρὸς ὑμᾶς. 
Ἰδε ναός, ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, 
ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, 
ἀλλ' ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. 
Μὴ πλανᾶσθε Ἰουδαῖοι· 
αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ σώσας, 
καὶ ἐν ἐρήμῳ θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, 
καὶ ἡ εἰρήνη τοῦ Κόσμου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἡ πύλη τοῦ Βασιλέως τῆς δόξης, 
ἣν ὁ Ὕψιστος μόνος διώδευσε, 
καὶ πάλιν ἐσφραγισμένην κατέλιπεν, 
εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κάθισμα Ἦχος πλ. δ'

Ὅτε παρέστης τῷ Καϊάφᾳ ὁ Θεός, 
καὶ παρεδόθης τῷ Πιλάτῳ ὁ Κριτής, 
αἱ οὐράνιαι δυνάμεις, ἐκ τοῦ φόβου ἐσαλεύθησαν, 
τότε δὲ καὶ ὑψώθης ἐπὶ τοῦ ξύλου ἐν μέσῳ δύο λῃστῶν, 
καὶ ἑλογίσθης μετὰ ἀνόμων ὁ ἀναμάρτητος, 
διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. 
Ἀνεξίκακε Κύριε, δόξα

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ (ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ)
vassileia

Τετάρτη 4 Απριλίου 2018

«Σήμερον ὁ Ἰούδας...»


«Σήμερον ὁ Ἰούδας 
καταλιμπάνει τόν Διδάσκαλον 
καί παραλαμβάνει τόν διάβολον· 
τυφλοῦται τῷ πάθει τῆς φιλαργυρίας, 
ἐκπίπτει τοῦ φωτός ὁ ἐσκοτισμένος∙ 
πῶς γάρ ἠδύνατο βλέπειν ὁ τόν φωστῆρα πωλήσας 
τριάκοντα ἀργυρίων; 
ἀλλ᾽ ἡμῖν ἀνέτειλεν ὁ παθών ὑπέρ τοῦ κόσμου∙ 
πρός ὅν βοήσωμεν∙ 
Ὁ παθών καί συμπαθῶν ἀνθρώποις, δόξα σοι».
♰♰♰♰♰♰♰
«Σήμερον ὁ Ἰούδας, 
παραποιεῖται θεοσέβειαν, 
καὶ ἀλλοτριοῦται τοῦ χαρίσματος, 
ὑπάρχων μαθητής, γίνεται προδότης, 
ἐν ἤθει φιλικῷ, δόλον ὑποκρύπτει, 
καὶ προτιμᾶται ἀφρόνως 
τῆς τοῦ Δεσπότου ἀγάπης, 
τριάκοντα ἀργύρια 
ὁδηγὸς γενόμενος, συνεδρίου παρανόμου. 
Ἡμεῖς δὲ ἔχοντες σωτηρίαν τὸν Χριστόν, 
αὐτὸν δοξάσωμεν.»

Τρίτη 3 Απριλίου 2018

Όρθρος Μεγάλης Τρίτης - Ποίημα Κοσμᾶ Μοναχοῦ: «Τῷ δόγματι, τῷ τυραννικῷ...»

ᾨδὴ η’ Ἦχος β’
Ὁ Εἱρμὸς


ὁ β’ Χορὸς

Τῷ δόγματι, τῷ τυραννικῷ, 

οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, 
ἐν τῇ καμίνῳ βληθέντες, 
Θεὸν ὡμολόγουν ψάλλοντες· 
Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
ὁ α’ Χορὸς
Τῷ δόγματι, τῷ τυραννικῷ,

ὁ β’χορὸς
Στίχ. Δόξα Σοι ὁ θεὸς ἡμῶν, δόξα Σοι.

Ῥαθυμίαν, ἄπωθεν ἡμῶν, βαλλώμεθα, 
καὶ φαιδραῖς ταῖς λαμπάσι, 
τῷ ἀθανάτῳ Νυμφίῳ Χριστῷ, 
ὕμνοις συναντήσωμεν·
Εὐλογεῖτε βοῶντες, τὰ ἔργα τὸν Κύριον.

ὁ α’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ῥαθυμίαν, ἄπωθεν ἡμῶν.

ὁ β’χορὸς

Στίχ. Εὐλογοῦμεν Πατέρα,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.

Ἱκανούσθω, τὸ κοινωνικόν, ψυχῆς ἡμῶν ἔλαιον ἐνἀγγείοις, ὅπως ἐπάθλων μὴ θέντες καιρὸν ἐμπορίας, ψάλλωμεν·Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

ὁ α’χορὸς

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Τὸ τάλαντον, ὅσοι πρὸς Θεοῦ, ἐδέξασθε ἰσοδύναμον χάριν, ἐπικουρίᾳ τοῦ δόντος Χριστοῦ, αὐξήσατε ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

ὁ β’χορὸς

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία

Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

ὁ α’χορὸς

ὁ Εἱρμὸς

Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε

ὁ β’χορὸς

Ἡ τὸν ἀχώρητον Θεόν, ……

ὁ α’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τοῖς Μαθηταῖς ὁ ἀγαθός, γρηγορεῖτε ἔφησας· ᾗ γὰρ ὥρα ἥξει ὁ Κύριος, ἀγνοεῖτε, ἀποδοῦναι ἑκάστῳ.

ὁβ’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Τοῖς Μαθηταῖς ὁ ἀγαθός, ….

ὁ α’χορὸς

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἐν τῇ δευτέρᾳ σου φρικτῇ, παρουσίᾳ Δέσποτα, δεξιοῖς προβάτοις με σύνταξον,τῶν πταισμάτων, παριδών μου τὰ πλήθη.

ὁ β’χορὸς

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Ἐν τῇ δευτέρᾳ σου φρικτῇ. ….

ὁ α’χορὸς

Καταβασία

Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ Κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

Κυριακή 1 Απριλίου 2018

Όρθρος Μεγάλης Δευτέρας:
«Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς,
ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ.»

Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, 
ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. 
Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ᾄσμασιν, 
ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, 
ἐτασμούς καὶ μάστιγας, Πιλάτῳ κρινόμενος, 
ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόῤῥης, 
τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. 
Διὰ τοῦτο βοήσωμεν. Φιλάνθρωπε Χριστὲ ὁ Θεός, 
τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, 
τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.

https://www.youtube.com/watch?v=aFP6inUZQ4U
Τὴν ἔναρξη τῶν παθῶν τοῦ Κυρίου 
ἡ σημερινὴ ἡμέρα προβάλλει μὲ λαμπρότητα. 
Ἐλᾶτε, λοιπόν, ὅσοι ἀγαπᾶτε τὶς γιορτές, 
νὰ τόν προϋπαντήσουμε μὲ ᾄσματα. 
Διότι ὁ Κτίστης τῶν ἁπάντων ἔρχεται 
νὰ ὑποστεῖ τὸ σταυρικὸ θάνατο, 
νὰ ἀνακριθεῖ καὶ νὰ μαστιγωθεῖ, δικαζόμενος ἀπὸ τὸν Πιλᾶτο. 
Ἔτσι, δέχθηκε ράπισμα στὸ πρόσωπο ἀπὸ δοῦλο, 
καί ὅλα τὰ ὑπομένει γιὰ νὰ σώσει τὸν ἄνθρωπο. 
Γι αυτὸ ἂς φωνάξουμε· φιλάνθρωπε Χριστὲ ὁ Θεός, 
χάρισε τὴν ἄφεση τῶν πταισμάτων 
σ' αὐτοὺς ποὺ μὲ πίστη προσκυνοῦν τὰ ἄχραντα πάθη σου.

Παρασκευή 23 Μαρτίου 2018

Τῇ ὑπερμάχῷ στρατηγῷ... Χαῖρε Νύμφη ἀνύμφευτε.


Κοντάκιον / Ἦχος πλ. δ'.

Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, 

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, 
ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· 
ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, 
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, 
ἵνα κράζω σοί· 
Χαῖρε Νύμφη ἀνύμφευτε.

ΜΕΤΑΦΡΑΣΗ
Σε σένα, Θεοτόκε, Στρατηγέ Υπέρμαχε,
εγώ η Πόλη Σου αποδίδω με ευγνωμοσύνη
την ένδοξη νίκη, επειδή λυτρώθηκα από τις
φοβερές συμφορές. Αλλά Συ, επειδή έχεις
ακατανίκητη δύναμη, ελευθέρωσέ με από κάθε
είδος κινδύνου, για να Σου φωνάζω δυνατά:
Χαίρε, Νύφη ανύμφευτε.
................

Ο Ἀκάθιστος Ὕμνος και η Παναγία τῶν Βλαχερνῶν | Η Βασιλεία των ...
24 Μαρ. 2013 ... Ὁ Ἀκάθιστος Ὕμνος, ὅπως εἶναι γνωστός, εἶναι ἕνα ἀπὸ τὰ σημαντικότερα φιλολογικὰ μνημεῖα τῆς Βυζαντινῆς Ὑμνογραφίας καὶ ...

Οι Χαιρετισμοί Της Παναγίας ή Ο Ακάθιστος Ύμνος | Η Βασιλεία των ...
30 Μαρ. 2012 ... Ο Ακάθιστος Ύμνος ή οι Χαιρετισμοί της Παναγίας, αρχίζει με τον Ευαγγελισμό της Θεοτόκου Παρθένου και στη συνέχεια αναφέρεται στα ...

Παρασκευή 23 Φεβρουαρίου 2018

«Τὴν ὡραιότητα τῆς Παρθενίας σου... »

Θεοτοκίον

Τὴν ὡραιότητα τῆς Παρθενίας σου,
καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου,
ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε·
Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον,
τὶ δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι.
Διὸ ὡς προσετάγην βοῶ σοι·
Χαῖρε, ἡ Κεχαριτωμένη.


https://www.youtube.com/watch?time_continue=5&v=5SdnY1nc258
Θεοτόκε, ο (αρχάγγελος) Γαβριήλ, 
επειδή έμεινε έκπληκτος από την ωραιότητα της παρθενίας Σου, 
κι από την υπερβολική λάμψη της αγνότητάς Σου, 
Σου φώναξε δυνατά:
«Ποιον ύμνο αντάξιο να Σού προσφέρω; 
Πώς να Σε ονομάσω; 
Βρίσκομαι σε αμηχανία και μένω εκστατικός μπροστά Σου. 
Γι’ αυτό Σού φωνάζω, όπως με διέταξε ο Θεός:
Χαίρε Συ, που έχεις όλες τις Χάρες»

Τρίτη 20 Φεβρουαρίου 2018

Η ευχή της Σαρακοστής, του Αγίου Εφραίμ του Σύρου
«... δώρησαί μοι τοῦ ὁράν τά ἐμά πταίσματα,
καί μή κατακρίνειν τόν ἀδελφόν μου.»

«Κύριε καί Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καί ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δέ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονής καί ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁράν τά ἐμά πταίσματα, καί μή κατακρίνειν τόν ἀδελφόν μου, ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν».

Ερμηνεία της Ευχής εδώ: vassileia

Παρασκευή 16 Φεβρουαρίου 2018

Εκκλησιαστής 5, 9-19: ᾿Αγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου·

Ο παθιασμένος με τα χρήματα ποτέ δε θα χορτάσει.
Απληστία - Greed - MTG by IzzyMedrano
  1. ᾿Αγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου·  καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γένημα;  καί γε τοῦτο ματαιότης.
  2. ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ᾿ αὐτῆς ὅτι ἀλλ᾿ ἢ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ; 
  3. γλυκὺς ὕπνος τοῦ δούλου εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται·  καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι. 
  4. ἔστιν ἀρρωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,  πλοῦτον φυλασσόμενον τῷ παρ᾿ αὐτοῦ εἰς κακίαν αὐτῷ, 
  5. καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ,  καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. 
  6. καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός,  ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν οὐ λήψεται  ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ.
  7. καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένετο,  οὕτως καὶ ἀπελεύσεται, καὶ τίς ἡ περισσεία αὐτοῦ, ᾗ μοχθεῖ εἰς ἄνεμον; 
  8. καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει  καὶ ἐν πένθει καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ. 
  9. ᾿Ιδοὺ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστι καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν  καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ,  ᾧ ἐὰν μοχθῇ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ,  ὧν ἔδωκεν αὐτῷ ὁ Θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ. 
  10. καί γε πᾶς ἄνθρωπος, ᾧ ἔδωκεν αὐτῷ ὁ Θεὸς πλοῦτον  καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτῷ φαγεῖν ἀπ᾿ αὐτοῦ  καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ,  τοῦτο δόμα Θεοῦ ἐστιν. 
  11. ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·  ὅτι ὁ Θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ.


Ο παθιασμένος με τα χρήματα

Ποιητική απόδοση: Βασιλική Π. Δεδούση
Ο παθιασμένος με τα χρήματα
ποτέ δε θα χορτάσει.
Και ποιο το κέρδος 
από τα πλούτη τα πολλά και τα γεννήματά τους;

Όλα, κέρδη και πλούτη, μάταια.

Όσο πληθαίνουν τ΄ αγαθά,
μαζεύονται και οι άχρηστοι
οπού τα κατατρώγουν.
Και ποιο είναι τάχα τ’ όφελος
του πλούσιου που τα ‘χει,
παρά να βλέπει,
έτσι μπροστά στα μάτια του,
τ’ αγαπημένο του το βιός

αυτοί να σπαταλούνε;

Ο τίμιος ο δουλευτής,
για λίγο φάει, για πολύ,
γλυκόν έχει τον ύπνο.
Από την άλλη ο πάμπλουτος,
από τις έγνοιες τις πολλές
και την αχορτασιά του,
δεν ημπορεί ποτέ γλυκά

τα μάτια του να κλείσει.

Μιαν άλλη αρρώστια, ολέθρια
είδα στη γη να υπάρχει.
Τον πλούτο, που σωρεύεται
και μόνο βλάβες φοβερές

στον κάτοχό του φέρνει.

Και έρχεται ώρα κακιά,
κι ο πλούτος πάει,
σαν τον καπνό σκορπίζεται,
και στο παιδί που γέννησε
από τα πλούτη τα πολλά
τίποτα δεν του έμεινε

κληρονομιά να δώσει.

Γυμνός γεννιέται ο άνθρωπος,
γυμνός στο χώμα μπαίνει.
Μένουν τα χέρια του αδειανά
και δεν τον συντροφεύουν
τα αγαθά των κόπων του

στο ύστερο ταξίδι.

Και τούτο είναι βέβαια
ακόμα λυπηρότερο,
αφού, έτσι, όπως ήρθε, φεύγει.
Και ποιο το κέρδος του λοιπόν,
που σ΄ όλη του τη ζήση
τον άπιαστο τον άνεμο

συνέχεια κυνηγούσε;

Και όλες οι μέρες βέβαια
του πλεονέκτη άνθρωπου
είναι σκοταδιασμένες,
μέσα σε πένθος και οργή,
σε βάσανα και πόνους.
Όλη τη ζήση την περνά

μ΄έγνοιες αρρωστημένες.

Και να ποιο είναι το καλό
που ευτυχία φέρνει.
Ο άνθρωπος να τρώει, να πίνει
και τα καλά που κέρδισε με μόχθο
και κοπιάζοντας, για όσες μέρες ο Θεός
έδωσε στη ζωή του,
ν' απολαμβάνει με χαρά.
Αυτό είναι το κέρδος του,

αυτό το μερτικό του.

Σε όποιον έδωσ' ο Θεός πλούτη πολλά
και υπάρχοντα,
του 'δωσε και την άδεια
να χαίρεται τα δώρα,
να παίρνει τη μερίδα του
και τους καρπούς του κόπου του
να τους απολαμβάνει.

Αυτά είναι δώρα απ' τον Θεό,

γιατί αυτόν τον άνθρωπο δεν τόνε βασανίζουν 
σκοτούρες και προβλήματα

στις μέρες της ζωής του,

αφού η καρδιά του ευφραίνεται

με τα καλά που έχει.

πρώτη ανάρτηση: hamomilaki

Τετάρτη 14 Φεβρουαρίου 2018

Φῶς ἱλαρόν — Η «Αρχαία Φωνή» — Επιλύχνιος Ευχαριστία

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός,
οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν,
ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, Θεόν.
Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις,
Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σὲ δοξάζει.
«Φῶς ἱλαρὸν», η «αρχαία φωνή»...
Τί είναι η Επιλύχνιος Ευχαριστία; - Phos Hilaron

Κυριακή 24 Δεκεμβρίου 2017

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει — Ρωμανός ο Μελωδός


Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει.
Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι.
Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι.
Δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον,
ὁ πρὸ αἰώνων Θεός.
Ταπεινός Ρωµανός

Κυριακή 28 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 148 — «ΑΙΝΕΙΤΕ τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.»

MEMLING, Hans  Angel Musicians

ΑΙΝΕΙΤΕ τὸν Κύριον ἐκ τῶν οὐρανῶν· 

αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. 

αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· 
αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. 

αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, 
αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. 

αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν 
καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. 

αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, 
καὶ ἐγενήθησαν, 
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. 

ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα 
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. 

αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, 
δράκοντες καὶ πᾶσαι ἄβυσσοι· 

πῦρ, χάλαζα, χιών, κρύσταλλος, 
πνεῦμα καταιγίδος, 
τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· 

τὰ ὄρη καὶ πάντες οἱ βουνοί, 
ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· 

τὰ θηρία καὶ πάντα τὰ κτήνη, 
ἑρπετὰ καὶ πετεινὰ πτερωτά· 

βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, 
ἄρχοντες καὶ πάντες κριταὶ γῆς·

νεανίσκοι καὶ παρθένοι, 
πρεσβύτεροι μετὰ νεωτέρων·  

αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, 
ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· 
ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. 

καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· 
ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, 
τοῖς υἱοῖς ᾿Ισραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.