Κυριακή 19 Φεβρουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 050 — Το «Tραγούδι» της Μετάνοιας

ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου 
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου 
ἐξάλειψον τὸ ἀνόμημά μου· 

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου 
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 

ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, 
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, 
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, 
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, 
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, 
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 

ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, 
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 

ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, 
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου 
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 

καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, 
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 

μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου 
καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου 
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 

διδάξω ἀνόμους τὰς ὁδούς σου, 
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 

ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· 
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 

Κύριε, τὰ χείλη μου ἀνοίξεις, 
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· 
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον,
 καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην 
ὁ Θεὸς οὐκ ἐξουδενώσει. 

ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, 
καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, 
ἀναφορὰν καὶ ὁλοκαυτώματα· 
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Αν θέλετε να διαβάσετε την ιστορία αυτού του Ψαλμού και την ερμηνεία του, 
πηγαίνετε στη Βασιλεία των Ουρανών 

Παρασκευή 17 Φεβρουαρίου 2017

Δαυίδ, Ψαλμὸς 041 — (μα'). Ὅν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων...

 2 Ὅν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέ, ὁ Θεός.

Όπως η ελαφίνα αποζητάει τα τρεχούμενα νερά έτσι η ψυχή μου σ' αποζητάει Θεέ μου!
3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;

Είν' η ψυχή μου διψασμένη για το Θεό, για τον αληθινό Θεό. Πότε θα 'ρθώ να δω το πρόσωπό σου, Θεέ μου;

4 ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ Θεός σου;

Τα δάκρυά μου είναι ψωμί για μένα μέρα νύχτα, όταν ακούω να μου λένε ολημερίς, «πού είναι ο Θεός σου;»

5 ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ᾿ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.

Θυμάμαι -και λιώνει μέσα μου η καρδιά- όταν με ένδοξη, πολυπληθή πορεία βάδιζα προς τον οίκο του Θεού, μες σε φωνές χαράς κι ευχαριστίας, στο θόρυβο των πανηγυριστών.

6 ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

Ψυχή μου, γιατί λυπάσαι και μ' αναστατώνεις; Έλπιζε στο Θεό· θα τον υμνήσω πάλι της ύπαρξής μου το σωτήρα και Θεό μου.


7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ, ἀπὸ ὄρους μικροῦ.

Θλίβεται μέσα μου η ψυχή μου· για τούτο, Κύριε, θα σε θυμηθώ απ' του Ιορδάνη τις πηγές, πλάι στο βουνό Μισάρ, κι απ' του Ερμών τα υψώματα.

8 ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.

Η μια στην άλλη άβυσσο φωνάζει με των καταρραχτών σου τη βοή· όλα τα κύματά σου κι οι φουρτούνες σου πέρασαν από πάνω μου.


9 ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ παρ᾿ ἐμοί, προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.

Τη μέρα στέλνει ο Κύριος το έλεός του, κι εγώ θα λέω τη νύχτα το τραγούδι του, την προσευχή μου στης ζωής μου το Θεό.

10 ἐρῶ τῷ Θεῷ· ἀντιλήπτωρ μου εἶ· διατί μου ἐπελάθου; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;

Θα λέω στο Θεό, στο βράχο μου: «Γιατί μ' απολησμόνησες; γιατί να ζω με λύπη, κάτω απ' του εχθρού μου την καταπίεση;»

11 ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου, ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;

Τσακίζονται τα κόκαλά μου όταν μ' εξευτελίζουν οι δυνάστες μου, καθώς μου λένε ολημερίς, «πού είναι ο Θεός σου;»

12 ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

Ψυχή μου, γιατί λυπάσαι και μ' αναστατώνεις; Έλπιζε στο Θεό· θα τον υμνήσω πάλι της ύπαρξής μου το σωτήρα και Θεό μου.

Δευτέρα 6 Φεβρουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 037 — (λζ'). «μή ἐγκαταλίπη̨ς με κύριε ὁ θεός μου»

ψαλμὸς τω̨̃ Δαυιδ εἰς ἀνάμνησιν περὶ σαββάτου
κύριε μὴ τω̨̃ θυμω̨̃ σου ἐλέγξη̨ς με μηδὲ τη̨̃ ὀργη̨̃ σου παιδεύση̨ς με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χει̃ρά σου.
οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου ἀπὸ προσώπου τη̃ς ὀργη̃ς σου οὐκ ἔστιν εἰρήνη τοι̃ς ὀστέοις μου ἀπὸ προσώπου τω̃ν ἁμαρτιω̃ν μου.
ὅτι αἱ ἀνομίαι μου ὑπερη̃ραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τη̃ς ἀφροσύνης μου
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμω̃ν καὶ οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμου̃ τη̃ς καρδίας μου.
κύριε ἐναντίον σου πα̃σα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σου̃ οὐκ ἐκρύβη
ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέν με ἡ ἰσχύς μου καὶ τὸ φω̃ς τω̃ν ὀφθαλμω̃ν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμου̃
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
καὶ ἐξεβιάσαντο οἱ ζητου̃ντες τὴν ψυχήν μου καὶ οἱ ζητου̃ντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτου̃
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τω̨̃ στόματι αὐτου̃ ἐλεγμούς
ὅτι ἐπὶ σοί κύριε ἤλπισα σὺ εἰσακούση̨ κύριε ὁ θεός μου
ὅτι εἰ̃πα μήποτε ἐπιχαρω̃σίν μοι οἱ ἐχθροί μου καὶ ἐν τω̨̃ σαλευθη̃ναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελω̃ καὶ μεριμνήσω ὑπὲρ τη̃ς ἁμαρτίας μου
οἱ δὲ ἐχθροί μου ζω̃σιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισου̃ντές με ἀδίκως
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθω̃ν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον
μὴ ἐγκαταλίπη̨ς με κύριε ὁ θεός μου μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃
πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τη̃ς σωτηρίας μου
============
Και πάλιν. Μη εγκαταλίπης με, Κύριε ο Θεός μου, μη αποστής απ' εμού. Πρόσχες εις την βοήθειάν μου, Κύριε της σωτηρίας μου.


06-Feb-2017, 17037

Πέμπτη 2 Φεβρουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 033 — Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Rei David by Gerard Van Honthorst
ΕΥΛΟΓΗΣΩ τὸν Κύριον ἐν παντὶ καιρῷ, 
διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. 
ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου·
ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. 
μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, 
καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. 
ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου 
καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. 
προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, 
καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. 
οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ 
καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. 
παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν 
καὶ ῥύσεται αὐτούς. 
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· 
μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν. 
φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, 
ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, 
οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. 
δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. 
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, 
ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; 
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ 
καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. 
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, 
ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. 
ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, 
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ 
τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. 
ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, 
καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. 
ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν 
καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. 
πολλαὶ αἱ θλίψεις τῶν δικαίων, 
καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· 
φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, 
ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. 
θάνατος ἁμαρτωλῶν πονηρός, 
καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. 
λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, 
καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.

Κυριακή 29 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 029 — (ΚΘ'). τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;

Εἰς τὸ τέλος· 
ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· Δαυΐδ.
🔆 ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με
καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.
🔆 Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
🔆 Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, 
ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
🔆 ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, 
καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
🔆ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· 
τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις.
🔆 ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
🔆 Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· 
ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
🔆 πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
🔆 τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; 
μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
🔆 ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου.
🔆 ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, 
διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
🔆 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. 
Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
Ψαλμός 29 κατά τη Μετάφραση Ο' (Μασ. 30 )

Τρίτη 24 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 024 — (ΚΔ').

ΚΔ' - Κατά τη Μετάφραση Ο' 
Ψαλμὸς τῷ Δαυΐδ. 
  1. ΠΡΟΣ σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου. 
  2. ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου. 
  3. καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. 
  4. τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. 
  5. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. 
  6. μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. 
  7. ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, σύ, ἕνεκεν χρηστότητός σου, Κύριε. 
  8. χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. 
  9. ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. 
  10. πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. 
  11. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι. 
  12. τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. 
  13. ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. 
  14. κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. 
  15. οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. 
  16. ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. 
  17. αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. 
  18. ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. 
  19. ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. 
  20. φύλαξον τὴν ψυχήν μου καὶ ρῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. 
  21. ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. 
  22. λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. 
 - Μασ. 25
  1. Προς σέ, Κυριε, που είσαι ο Θεός μου, ανύψωσα τον νουν και την καρδίαν μου, αφού τα απέσπασα από τας ματαιότητας του κόσμου τούτου.
  2. Εις σε έχω στηρίξει την πεποίθησίν μου. Μη επιτρέψης ποτέ, Κυριε, και παρασυρθώ εις αμαρτίαν και κατεξευτελισθώ εις την παρούσαν ζωήν. Ούτε και να γίνω αντικείμενον χλευασμού και ονειδισμού εκ μέρους των εχθρών μου.
  3. Ζητώ αυτήν την χάριν από σέ, διότι βλέπω ότι όλοι όσοι υπομένουν δοκιμασίας και περιμένουν με πίστιν από σε την βοήθειαν, δεν θα καταισχυνθούν. Εξ αντιθέτου θα κατεντροπιασθούν εκείνοι, οι οποίοι εκτρέπονται εις παρανομίας, χωρίς μάλιστα και να αποκομίζουν κανένα κέρδος από αυτάς.
  4. Καμε γνωστάς, Κυριε, εις εμέ τας οδούς των εντολών σου, δίδαξέ με με τον ιδικόν σου φωτισμόν και με την ιδικήν σου παιδαγωγίαν τους δρόμους της θεαρέστου ζωής.
  5. Οδήγησέ με στο να γνωρίσω και να δεχθώ την αλήθειάν σου. Διδαξέ με, ώστε να εννοήσω βαθύτατα και να παραδεχθώ ακλόνητα, ότι συ είσαι ο Θεός μου και ο σωτήρ μου. Δι' αυτό και όλην την ημέραν και όλας τας ημέρας της ζωής μου ελπίζω και περιμένω από σε βοήθειαν.
  6. Ενθυμήσου, Κυριε, και στείλε και προς εμέ τους οικτιρμούς σου και τα ελέη σου. Ανεξάντλητα και αιώνια είναι τα ελέη σου, τα οποία έδειξες στους προγόνους μας, στον λαόν του Ισραήλ.
  7. Της νεότητός μας τας αμαρτίας, όπως και τας άλλας, τας οποίας εξ αγνοίας διέπραξα, μη τας ενθυμηθής, Κυριε. Να με ενθυμηθής σύμφωνα με το άπειρον έλεός σου, διότι είναι απέραντος η καλωσύνη σου, Κυριε.
  8. Αγαθός και ευεργετικός και δίκαιος προς όλους είναι ο Κυριος. Δι' αυτό θα διδάσκη και θα καθοδηγή με τον Νομον του τους αμαρτάνοντας, δια να επιστρέψουν στον δρόμον της αρετής.
  9. Θα οδηγή πάντοτε ο Κυριος τους πράους και ευθείς στον δρόμον της αρετής και εις φωτισμένην ζωήν. Θα διδάξη τους πράους και ταπεινούς τας οδούς των εντολών του.
  10. Ολαι αι εντολαί του Κυρίου, αι οποίαι αναφέρονται εις ρύθμισιν της ζωής μας, είναι γεμάται από την ευσπλαγχνίαν του και την αξιοπιστίαν του εις εκείνους, οι οποίοι ενδιαφέρονται και ζητούν να μάθουν το θέλημά του και όλας τας εντολάς του.
  11. Δια το Ονομά σου, ελεήμων Κυριε, και προς δόξαν της αγαθότητός σου συγχώρησε τας αμαρτίας μου, αι οποίαι είναι πολλαί και μεγάλαι.
  12. Ποιός είναι ο άνθρωπος, ο οποίος πράγματι ευλαβείται και σέβεται τον Κυριον; Εις αυτόν θα δώση Νομον ο Κυριος, δια να καθοδηγήται στον δρόμον, τον οποίον έχει εκλέξει.
  13. Η ψυχή του ανθρώπου αυτού θα αναπαύεται ανάμεσα εις πλούσια αγαθά και οι απόγονοί του θα κληρονομούν και θα κατέχουν πάντοτε την γην των προγόνων των.
  14. Ο Κυριος είναι η κραταιά και ακατανίκητος δύναμις αυτών, που τον φοβούνται. Αυτήν την αλήθειαν μαρτυρεί και θα μαρτυρή η διαθήκη, την οποίαν έκαμε προς αυτούς.
  15. Δια τούτο οι οφθαλμοί μου είναι πάντοτε εστραμμένοι προς τον Κυριον, διότι αυτός θα αποσπάση και θα ελευθερώση τα πόδια μου από την παγίδα.
  16. Κυριε, ρίψε ευσπλαγχνικόν το βλέμμα σου προς εμέ και ελέησέ με, διότι είμαι μόνος και ταλαιπωρημένος εις την ζωήν.
  17. Αι θλίψεις της καρδίας μου έχουν πληθυνθή και βαρυνθή. Βγάλε με και λύτρωσέ με από τας στενοχώρους αυτάς περιστάσεις.
  18. Ιδε, Κυριε, την ταπείνωσιν, εις την οποίαν έχω καταπέσει και τον μόχθον, από τον οποίον βαρύνομαι, και συγχώρησε όλας μου τας αμαρτίας.
  19. Ιδέ ακόμη, Κυριε, και τους εχθρούς μου, διότι πάρα πολύ επληθύνθησαν, και με ένα άδικον φοβερόν μίσος με έχουν μισήσει.
  20. Φυλαξε την ζωήν μου από τας επιβουλάς αυτών των εχθρών και γλύτωσέ με. Μη επιτρέψης να εντροπιασθώ και κατεξευτελισθώ από αυτούς, διότι εγώ έχω στηρίξει εις σε την ελπίδα της βοηθείας μου.
  21. Απονήρευτοι και ευθείς άνθρωποι, ξένοι προς κάθε δολιότητα και κακίαν με ακολουθούσαν πιστώς, διότι εγώ, Κυριε, υπέμεινα και επέμεινα ελπίζων εις σέ.
  22. Δια να ενθαρρυνθούν και στερεωθούν και αυτοί εις την προς σε πίστιν, γλύτωσέ με, Κυριε, από θλίψεις και κινδύνους και όχι μόνον εμέ αλλά ολόκληρον τον Ισραηλιτικόν λαόν από όλας τας θλίψεις του.

Κυριακή 22 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 022 — ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. 
εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν,
ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, 
τὴν ψυχήν μου ἐπέστρεψεν. 
ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης 
ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 
ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, 
οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· 
ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, 
αὗταί με παρεκάλεσαν. 
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, 
ἐξεναντίας τῶν θλιβόντων με· 
ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, 
καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 
καὶ τὸ ἔλεός σου καταδιώξει με 
πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, 
καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου 
εἰς μακρότητα ἡμερῶν.
22,4 
Και μέσα σε κοιλάδα σκιάς θανάτου αν περπατήσω, δεν θα φοβηθώ κακό· επειδή, εσύ είσαι μαζί μου· η ράβδος σου και η βακτηρία σου, αυτές με παρηγορούν.

Πέμπτη 19 Ιανουαρίου 2017

Δαυίδ, Ψαλμὸς 019 — (ιθ'). «δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι»

 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

  1. ΕΠΑΚΟΥΣΑΙ σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ. 
  2. ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 
  3. μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. (διάψαλμα). 
  4. δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 
  5. ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. 
  6. νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 
  7. οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 
  8. αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 
  9. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

Κατά τη Μετάφραση Ο'


Κυριακή 8 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 008 — (η΄). «ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου»

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ.

  1. ΚΥΡΙΕ ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
  2. ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
  3. ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας·
  4. τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
  5. ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
  6. καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
  7. πρόβατα, καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
  8. τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
  9. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυΐδ.

Κύριε ο κύριος όλων των ανθρώπων, ιδιαιτέρως δε ημών των πιστών, πόσον ξακουστόν και ολόλαμπρον προβάλλει το όνομά σου εις όλην την γην, εις όλα τα δημιουργήματά σου! Η μεγαλοπρέπειά σου ως δημιουργού είναι ασυγκρίτως λαμπροτέρα από την λαμπρότητα των ουρανίων κόσμων, τους οποίους συ εδημούργησες.

Από τα στόματα και αυτών ακόμη των νηπίων και θηλαζόντων παιδίων ήκουσας και ακούεις τέλειον ύμνον πίστεως και δοξολογίας προς σέ, εις πείσμα των μεγάλων απίστων εχθρών σου και εις καταζευτελισμόν και εξουδένωσιν εκείνου, ο οποίος τολμά να παρουσιασθή εχθρός και αντίδικός σου.

Όταν ανυψώνω τα βλέμματά μου στους ουρανούς και βλέπω τα αναρίθμητα υπέροχα εκεί δημιουργήματά σου, τα οποία χωρίς κόπον σαν με τα δάκτυλα απλώς των χειρών σου έκαμες, την σελήνην δηλαδή και τους αστέρας, τα οποία συ εστερέωσες στο απέραντον χάος του ουρανού, διερωτώμαι και λέγω·

τι είναι αυτός ο άνθρωπος, ο τόσον μικρός και αφανής εμπρός στο μεγαλοπρεπές σύμπαν σου, ώστε συ να καταδέχεσαι να τον ενθυμήσαι; Η τι είναι κάθε απόγονος του ανθρώπου, ώστε συ τόσον πατρικώς και ιδιαιτέρως να φροντίζης δι’ αυτόν;

Τον εδημιούργησες ολίγον κατώτερον από τους αγγέλους, με δόξαν όμως και τιμήν τον έχεις στεφανώσει,

διότι τον εγκατέστησες και τον ανεκήρυξες βασιλέα εις όλα τα έργα των χειρών σου, εις όλα τα επίγεια δημιουργήματά σου.

Τα πάντα υπέταξες κάτω από την εξουσίαν του, όχι μόνον τα κατοικίδια ζώα, πρόβατα και όλα τα βόϊδια, αλλά και αυτά ακόμη τα άγρια θηρία της υπαίθρου·

τα ταχύτατα πτηνά, που διασχίζουν τους ουρανούς, τα αναρίθμητα ψάρια της θαλάσσης, τα μεγάλα κήτη, τα οποία τρέχουν δια των υδατίνων δρόμων των ωκεανών.

Κυριε ο Κυριος ημών, πόσον λαμπρόν και μεγαλειώδες προβάλλεται το πανένδοξον όνομά σου εις όλην την γην!

simeron

Τρίτη 3 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 003 — Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. But you, O Lord, are a shield about me, my glory, and the lifter of my head.

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; 
πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· 
οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, 
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, 
καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· 
ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ 
τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, 
ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, 
ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Κυριακή 1 Ιανουαρίου 2017

Δαυΐδ, Ψαλμὸς 001 — Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη


🔆 Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν 
καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη 
καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
🔆 ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, 
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. 
🔆 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον 
παρὰ τὰς διεξόδους τῶν ὑδάτων, 
ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, 
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· 
καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
🔆 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, 
ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος 
ἀπὸ προσώπου τῆς γῆς.
🔆 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, 
οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
🔆ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, 
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Σάββατο 31 Δεκεμβρίου 2016

The Psalms of David




Κατάλογος των Ψαλμών




======================