Παρασκευή 25 Οκτωβρίου 2019

Θεοτόκε: «εἰς εὐθυμίαν δὲ τὸ πένθος μετάβαλε» (ποίημα Θεοφάνους Γραπτοῦ)

«Στρέψον τὸν κοπετὸν εἰς χαράν,
εἰς εὐθυμίαν δὲ τὸ πένθος μετάβαλε,
τὸν θρῆνον εἰς εὐφροσύνην, καὶ ἀγαλλίασιν νῦν,
Θεοτόκε μόνη παντευλόγητε.
καὶ γὰρ ἐπληθύνθησαν,
οἱ μισοῦντες τὸν δοῦλον σου,
καὶ ἐκζητοῦσι,
τὴν ψυχὴν ἀπωλέσαι μου,
ἀναιδεῖς ὄντες αἱμοβόροι καὶ δόλιοι.
μάτην κατεπαιρόμενοι,
δεινῶς ὠρυόμενοι,
κῦνες καθάπερ λυσσῶντες,
ὧν τῆς καίας με λύτρωσαι,
ζωὴν δωρουμένη,
εὐφροσύνην, σωτηρίαν καὶ μέγα ἔλεος»

(Ποίημα Θεοφάνους τοῦ Γραπτοῦ,
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ,
προσόμοια,
ἀπό τό Θεοτοκάριον Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου,
σελ. 184, ἐκδ. Ρηγοπούλου)

Ιερός Ναός Αγίων Αναργύρων Πευκακίων Αγίας Παρασκευής

Παρασκευή 13 Σεπτεμβρίου 2019

ΛΙΤΗ ΜΕΤΑ ΤΗΣ ΑΡΤΟΚΛΑΣΙΑΣ

Ἀρτοκλασίας δὲ οὔσης, τῶν ἄρτων προτεθέντων ἐν τῷ μέσω τοῦ ναοῦ, ψάλλεται ἓν ἰδιόμελον τῆς λιτῆς τῆς ἀγομένης ἑορτής, ὁ δὲ ἱερεύς μετά τοῦ διακόνου ἐξέρχονται τοῦ Ιεροῦ μετά λαμπάδων καὶ θυμιατοῦ καὶ τῆς εικόνος τῆς ἑορτῆς καὶ λιτανεύσαντες ἐντός τοῦ ναοῦ ἔρχονται καὶ ἵστανται καὶ αὐτοί ἐν τῷ μέσω τοῦ ναοῦ.
Πληρωθέντος δὲ τοῦ ἰδιομέλου λέγει ὁ διάκονος·
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου καὶ τῶν δούλων αὐτοῦ (καὶ μνημονεύει τά ονόματα τῶν προσκομισάντων τοὺς ἄρτους) τῶν ἐπιτελούντων τὴν ἁγίαν ἑορτήν ταύτην καὶ προσφερόντων τά δώρα ταῦτα.
Κύριε, ἐλέησον (γ΄)

Ἔτι δεόμεθα καί ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν ( χώραν νῆσον) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθόν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον μ’ (τετράκις ἀνὰ ι’) καὶ αὖθις ἐκ τρίτου.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον (γ΄)

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλεῆσαι ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
μήν

Ειρήνη πάσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου και ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων· εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμίν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπη τῶν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρόν και πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμάς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχάς ἡμῶν, ὡς ἀγαθός καὶ φιλάνθρωπος.
μήν

Τοῦ Κυρίου δεηθῶμεν
Κύριε, ἐλέησον

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ πόλει ( τῇ χώρα τῇ νήσω) ταύτῃ καὶ εἰς τὸν κόσμον σου ἅπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
μήν

(Ἱερατικό Α.Δ. ἔκδοση Θ΄ 2004)

Τετάρτη 3 Ιουλίου 2019

Βραδινή Προσευχή - «Ὁ ἐν παντί καιρῷ καί πάσῃ ὥρᾳ... »

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ
καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος,
Χριστὸς ὁ Θεός,
ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος,
ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν,
ὁ πάντας καλῶν πρὸς σωτηρίαν
διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν.
Αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν
ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις
καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου.
 
Τὰς ψυχὰς ἡμῶν ἁγίασον·
τὰ σώματα ἅγνισον·
τοὺς λογισμοὺς διόρθωσον·
τὰς ἐννοίας κάθαρον·
καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως,
κακῶν καὶ ὀδύνης.
 
Τείχισον ἡμᾶς ἁγίοις Σου Ἀγγέλοις,
ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι
καὶ ὁδηγούμενοι,
καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως
καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
 
Ἀμήν.

Παρασκευή 7 Ιουνίου 2019

Ἱεροῦ Αὐγουστίνου: Φλογερός πόθος ψυχῆς, πού ἐπιθυμεῖ ν’ ἀγαπᾶ τόν Θεό

ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄

Σέ ἀγαπῶ, Κύριε ὁ Θεός μου,
κι ἐπιθυμῶ νά σ᾿ ἀγαπῶ πάντα καί πιό πολύ.
Γιατί ἐσύ ᾿σαι πράγματι
ἀπ᾿ τό καλλίτερο μέλι γλυκύτερος,
 ἀπό τό ἐκλεκτότερο γάλα θρεπτικώτερος,
κι ἀπ᾿ ὅλο τό φῶς ἀστραφτερώτερος.
Γι᾿ αὐτό εἶσαι γιά μένα
 κι ἀπ᾿ τό χρυσάφι κι ἀπό τ᾿ ἀσῆμι
κι ἀπ᾿ τά πολύτιμα πετράδια πολυτιμότερος.
  Ἔτσι μοῦ ἔγινε ἀνούσιο – χωρίς τέρψι καί ἀηδιαστικό –
τό κάθετι πού διέπραξα σέ τούτη τή ζωή,
συγκρίνοντάς το μέ τή γλύκα πού ἔρχετ᾿ ἀπό σένα,
καί μέ τήν εὐπρέπεια τοῦ οἴκου τοῦ δικοῦ σου,
πού τόν ἀγάπησα.
 Ὥ πῦρ πού καῖς αἰώνια καί δέν ἀποσβένεσαι ποτέ!
Ὥ ἀγάπη πού πάντα εἶσαι παραπάνω ἀπό ὁλόθερμη,
καί δέν καταπέφτεις ποτέ σέ χλιαρότητα!
Περίφλεξέ με!
  Ὥ καί ν᾿ ἄναβα ὁλόκληρος ἀπό σένα!
Ὁλόκληρος, τό εἶπα, νά ἄναβα καί πάλιν,
γιά νά σ᾿ ἀγαποῦσα καί ὁλόκληρος!
Γιατί σέ ἀγαπᾶ λιγότερο,
ὅποιος ἀγαπάει κάτι ἄλλο,
ὄχι ἀπό ἀγάπη πρός ἐσένα.
Θά σ᾿ ἀγαπήσω, Κύριε,
γιατί σύ πρῶτος μ᾿ ἀγάπησες.
  Καί ποῦ νἄβρω λόγια ἀρκετά, ὥστε νά περιγράψω
ὅλα τά δείγματα τῆς μέγιστης ἀγάπης σου γιά μένα,
 καί τ᾿ ἀναρίθμητα εὐεργετήματα,
μέ τά ὁποῖα ἐξαρχῆς μέ ἔφερες στόν κόσμο;
  Γιατί, μετά ἀπό τήν εὐεργεσία νά μέ κτίσης,
ὅταν ἀρχικά μ᾿ ἔπλασες κατά τήν εἰκόνα σου,
μ᾿ ἐτίμησες καί μ᾿ ἀνύψωσες,
πάνω ἀπ᾿ ὅλα σου τά δημιουργήματα.
 Ἔπειτα, γιά νά διαφέρω ἐξαιρετικά,
μέ καταλάμπρυνες προσέτι καί μέ τοῦ προσώπου σου τό φῶς,
πού τὄβαλες ἐπιγραφή πάνω στό ἀνῶφλι τῆς καρδιᾶς μου.
 Μ᾿ αὐτό τό φῶς,
ὄχι μονάχα μέ ἀνύψωσες ψηλότερα ἀπ᾿ τ᾿ ἀναίσθητα,
κι ἀπό τά ζῶα μέ αἰσθήσεις,
ἀλλά καί ἀπό τούς ἀγγέλους, τόσο λίγο πιό κάτω μέ ἐλάττωσες.
 Ἀλλά κι αὐτό φάνηκε λίγο
στά μάτια τῆς ἀγαθωσύνης σου,
γιατί μέ τά μεγαλύτερα κι ἐπισημότερα δῶρα τῆς καλωσύνης σου,
μ᾿ ἔθρεψες ἀδιάκοπα καί καθημερινά
καί σάν τέκνο σου μωρό, νήπιο κι ἁπαλό,
μέ γαλούχησες ἀπό τίς ἄφθονες πηγές τῆς παρηγόριας σου
καί μέ δυνάμωσες.
Τέλος, γιά νά δοθῶ ὁλόκληρος ἐγώ στό θέλημά σου
ὅλα ὅσα ἔπλασες, τά ὑπέταξες νά δουλεύουνε σέ μένα.
Τέλος καί τῷ Θεῷ δόξα!

ΑΠΟ ΤΟ ΚΕΚΡΑΓΑΡΙΟΝ
Τοῦ θείου καί Ἱεροῦ Αὐγουστίνου
ΕΠΙΣΚΟΠΟΥ ΙΠΠΩΝΟΣ
Ἐκδοτικός οἵκος Βασ. Ρηγοπούλου
Θεσσαλονίκη 1973

Πέμπτη 25 Απριλίου 2019

«Σήμερον κρεμᾶται ἐπί ξύλου ὁ ἐν ὕδασι τήν γῆν κρεμάσας»

«Σήμερον κρεμᾶται ἐπὶ ξύλου
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται
ὁ τῶν ἀγγέλων Βασιλεύς.
Ψευδῆ πορφύραν περιβάλλεται
ὁ περιβάλλων τὸν οὐρανὸν ἐν Νεφέλαις.
Ῥάπισμα κατεδέξατο
ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη
ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχῃ ἐκεντήθη
ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου ἀνάστασιν».

Παρασκευή 29 Μαρτίου 2019

Κανόνας των Χαιρετισμών της Θεοτόκου (Θρασύβουλος Στανίτσας)

Κανόνας τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.
ᾨδὴ α´. Ἦχος δ´.
Ὁ Εἱρμός

» Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
» πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι
» Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί-
» ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δὶς)

https://www.youtube.com/watch?v=hRV3lFe_qW0

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι᾿ ἧς τῆς Προμήτορος, ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.

Δόξα
Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα.

Καὶ νῦν
Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν· χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ᾨδὴ γ´.
Ὁ Εἱρμός

» Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ
» ἄφθονος πηγή, θίασον συγκροτήσαντας,
» πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ
» σου, στεφάνων δόξης ἀξίωσον. (δὶς)

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα· χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς· χαῖρε Ἀμνὰς κυήσασα, Θεοῦ Ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα· χαῖρε θερμὸν ἱλαστήριον.

Δόξα
Ὄρθρος φαεινὸς χαῖρε, ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον· χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

Καὶ νῦν
Χαῖρε Πύλη μόνη, ἣν ὁ Λόγος, διώδευσε μόνος, ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων Πανύμνητε.

ᾨδὴ δ´.
Ὁ Εἱρμός

» Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος,
» ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
» τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυ-
» γάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἐν φωναῖς ἆσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε· Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι· χαῖρε λυχνία καὶ στάμνε, μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα· χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι· χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου, πάντας, πρὸς ζωὴν τοὺς ὑμνοῦντάς σε.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη, πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Δόξα
Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα· ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, Ἀπειρόγαμε, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν.

Καὶ νῦν
Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

ᾨδὴ ε´.
Ὁ Εἱρμός

» Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου·
» σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ
» τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον
» Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βρα-
» βεύοντα.

Ὁδὸν ἡ κυήσασα, ζωῆς, χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον· χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν· χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων, χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης· νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε· χαῖρε τῶν Ἀγγέλων χαρμονή· χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου, χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε, τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον· οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

Δόξα
Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς· ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

Καὶ νῦν
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου, χαῖρε Ἄχραντε· κόχλος ἡ τὸν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρὸς Θεὸν καταλλαγή, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

ᾨδὴ Ϛ´.
Ὁ Εἱρμός

» Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες
» ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε
» τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέν-
» τα Θεὸν δοξάζοντες. (δὶς)

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα· χαῖρε τῶν Ἀποστόλων τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε προεθεάσατο.

Δόξα
Ἰδού σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι, καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων τοῦ πολεμήτορος.

Καὶ νῦν
Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.

ᾨδὴ ζ´.
Ὁ Εἱρμός

» Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες,
» παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν,
» ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·
» Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
» Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ· ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε Θεόνυμφε· ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα· χαῖρε Δέσποινα, δι᾿ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφίμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν· ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

Δόξα
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή· ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.

Καὶ νῦν
Ἱκετεύομεν, οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν· Κλῖνον τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.

ᾨδὴ η´.
Ὁ Εἱρμός

» Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς
» Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος·
» νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅ-
» πασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον
» ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
» τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας· γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνή, ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα Μυστήριον τοῦ τόκου σου· Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου· καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας· εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροί, ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Καὶ νῦν
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι᾿ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις Παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα τῶν μελῳδούντων Ἁγνή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´.
Ὁ Εἱρμός

» Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
» λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων
» Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυ-
» ριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις
» παμμακάριστε, Θεοτόκε ἁγνή ἀειπάρθενε.

Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ τὸν μέγαν Ἥλιον· χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή· χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωήν, τὸ ἀνθρώπινον.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα· χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή· χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Δόξα
Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε Ἀειπάρθενε· Ὁσίων πάντων χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα· χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Καὶ νῦν
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε κυοφορήσασαν, διὰ μέγα, ἔλεος θελήσαντα, μορφωθῆναι Χριστὲ τὸ ἀλλότριον.

Τρίτη 19 Μαρτίου 2019

Προσευχή στον Αρχάγγελο Μιχαήλ

ΑΡΧΑΓΓΕΛΟΣ ΜΙΧΑΗΛ: Η προσευχή αυτή, είναι αρχαία. Είναι αχειροποίητος! Εμφανίστηκε στον προθάλαμο της Μονής στο Κρέμλ της Εκκλησίας του Μιχαήλε Αρχιστράτιγε (Αρχιστράτηγου Μιχαήλ). Σύμφωνα με τη ρωσική παράδοση, ο άνθρωπος που θα διαβάσει αυτήν την προσευχή, από την ημέρα εκείνη, δεν θα τον αγγίζει ούτε διάβολος, ούτε κακός άνθρωπος και με κολακεία δεν θα προσβληθεί η καρδιά του. Καί αν πεθάνει, τότε και κόλαση η ψυχή του δεν θα πάρει.
Κύριε Θεέ, Βασιλεύ Μέγα, Άναρχε! 
Απόστειλον, Κύριε, τον Σον Αρχάγγελον Μιχαήλ, επί τον δούλον Σου (όνομα) ίνα ρύσης με από εχθρών ορατών και αοράτων.
«Αρχάγγελε Κυρίου Μιχαήλ, δος ειρήνην και ευημερίαν τω Σω δούλω (όνομα).
Αρχάγγελε Κυρίου Μιχαήλ, των δαιμόνων μαχητά, πολέμησον τους εχθρούς τους πολεμούντας με, ποίησον αυτούς ώσπερ αμνούς και απόστρεψον αυτούς ως ο άνεμος την κόνιν.

Ω Μέγα Αρχάγγελε Κυρίου Μιχαήλ! 
Αρχιστράτηγε, Πρώτε των εξαπτερύγων Χερουβείμ και Σεραφείμ και πάντων των Αγίων, γενού μοι προστάτης και βοηθός εν ταίς θλίψεσι και ταίς στενοχωρίαις μου, εν τη ερήμω, εις τας οδούς, εις τους ποταμούς, και εν τη θαλάσση γενού μοι γαλήνιος λιμήν.
Σώσον με, Αρχάγγελε Μιχαήλ, από των πονηριών του διαβόλου, όταν ακούσης με, τον αμαρτωλόν δούλον (όνομα), καλούντα το όνομά Σου το Άγιον. Γενού μοι βηθός ταχύς και επάκουσον της προσευχής μου.

Ω Μέγα Αρχάγγελε Μιχαήλ! 
Νίκα πάντας τους εναντίους μου τη δυνάμει του Τίμιου και Ζωοποιού Ουράνιου Σταυρού του Κυρίου, ευχαίς της Υπεραγίας Θεοτόκου, των Αγίων Αγγέλων, των Αποστόλων, του Αγίου Προφήτου Ηλιού, του Αγίου Νικολάου του Θαυματουργού, του Αγίου Ανδρεου του διά Χριστόν Σαλού, του Αγίου Μεγαλομάρτυρος Νικήτα και Ευσταθίου και πάντων Σου των Αγίων.

Ω Μέγα Αρχάγγελε Μιχαήλ! 
Βοήθει με τον αμαρτωλόν δούλον Σου (όνομα), σώσον με από σεισμού, πλημμύρας και πυρός, από αοράτων ενθρών, από ανοήτου θανάτου, από παντός κακού και από πονηρών δαιμόνων, Μέγα Μιχαήλ Αρχάγγελε Κυρίου, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν».

Τρίτη 25 Δεκεμβρίου 2018

Χριστός γεννᾶται - Καταβασίες Χριστουγέννων

Ω∆Η Α΄
(Ἦχος α')
Χριστός γεννᾶται, δοξάσατε.
Χριστός ἐξ οὐρανῶν, ἀπαντήσατε.
Χριστός ἐπί γῆς ὑψώθητε.
ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ
καί ἐν εὐφροσύνη ἀνυμνύσατε, λαοί,
ὅτι δεδόξασται.
Ω∆Η Γ΄
 Τῷ πρό τῶν αἰώνων ἐκ Πατρός γεννηθέντι ἀρρεύστως Υἱῷ, καί ἐπ’ ἐσχάτων ἐκ παρθένου σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ, βοήσωμεν. Ὁ ἀνυψώσας τό κέρας ἡμῶν, ἅγιος εἶ, Κύριε.

Ω∆Η ∆΄
 Ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί, καί ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός κατασκίου δασέος, ἦλθες σαρκωθείς ἐξ ἀπειράνδρου ὁ ἄϋλος καί Θεός, δόξα τῆ δυνάμει σου, Κύριε.

Ω∆Η Ε΄
 Θεός ὤν εἰρήνης, Πατήρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τόν Ἄγγελον εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν. Ὅθεν θεογνωσίας πρός φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες δοξολογοῦμεν σε, φιλάνθρωπε. 
Ω∆Η ΣΤ΄
 Σπλάγχνων Ἰωνᾶν ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῆ παρθένῳ δέ ἐνοικήσας ὁ Λόγος καί σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ οὐχ ὑπέστη ρεύσεως, τήν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ω∆Η Ζ΄
 Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρός ἀπειλήν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός ἑστῶτες ἔψαλλον. Ὁ τῶν πατέρων Θεός εὐλογητός εἶ.

Ω∆Η Η΄
 Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον. οὐ γάρ οὕς ἐδέξατο φλέγει νέους, ὡς οὐδέ πῦρ τῆς Θεότητος Παρθένου ἥν ὑπέδυ νηδύν. ∆ιό ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τόν Κύριον καί ὑπερυψούτω εἰς πάντας τούς αἰῶνας.

Ω∆Η Θ΄
 Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν καί ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
 Μυστήριον ξένον ὁρῶ καί παράδοξον. οὐρανόν τό σπήλαιον, θρόνον χερουβικόν τήν Παρθένον. τήν φάτνην χωρίον. ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος Χριστός ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Δευτέρα 24 Δεκεμβρίου 2018

Τί σοί προσηνέγκωμεν - Στιχηρό Ιδιόμελο Εσπερινού Χριστουγέννων

Ήχος β΄

Τί σοί προσηνέγκωμεν
Χριστέ ὁ Θεός,
ὅτι ὥφθης ἐπί τῆς γῆς
ὡς ἄνθρωπος δι’ ἡμᾶς;
Ἕκαστον τῶν ὑπό σοῦ γενομένων κτισμάτων
τήν εὐχαριστίαν σοί προσάγει
οἱ ἄγγελοι τόν ὕμνον,
οἱ οὐρανοί τόν ἀστέρα,
οἱ μάγοι τά δῶρα,
οἱ ποιμένες τό θαῦμα,
ἡ γῆ τό σπήλαιον,
ἡ ἔρημος τήν φάτνην,
ἡμεῖς δέ μητἐραν Παρθένον.

Ὁ πρό αἰώνων Θεός,
ἐλέησον ἡμᾶς.


Τί δῶρο νά προσφέρουμε
Χριστέ, Θεέ μας,
Σ’ Ἐσένα πού στή γῆ
ὡς ἄνθρωπος ἦρθες γιά μᾶς:
Καθένα ἀπό τά πλάσματά σου
εὐχαριστία σοῦ προσφέρει.

Οἱ Ἄγγελοι ὕμνο σοῦ προσφέρουν
ὁ οὐρανός τόν ἀστέρα
οí Μάγοι τά δῶρα
οἱ ποιμένες ἔκπληξη καί θαυμασμό
ἡ γῆ τό Σπήλαιο
ἡ ἔρημος τή φάτνη
κι ἐμεῖς προσφέρουμε τήν Παρθένο Μητέρα
Ἐσύ πού εἶσαι ὁ αἰώνιος Θεός
ἐλέησέ μας.

Ένα από τα υπέροχα τροπάρια της Υμνογραφίας μας. Το τροπάριο αυτό είναι ιδιόμελο, έχει δηλαδή δική του μελωδία, ψάλλεται στον β' ήχο και ανήκει στα Στιχηρά του Εσπερινού των Χριστουγέννων (25 Δεκεμβρίου). Στιχηρά ονομάζονται τα τροπάρια, που ψάλλονται μετά από κάθε στίχο των Ψαλμών του Εσπερινού και των Αίνων του Όρθρου. Ο ποιητής του Ύμνου Ανατόλιος (8ος αι.), μοναχός της I. μονής Στουδίου Κωνσταντινουπόλεως.
Ὁ Ἀνατόλιος ὁ Στουδίτης, μαθητὴς Θεοδώρου τοῦ Στουδίτου, ἤκμασε τό 770 μ.Χ. Σέ αὐτὸν ἀποδίδονται τὰ Ἀναστάσιμα στιχηρὰ, πού ὑπάρχουν στή Δαμασκηναία Ὀκτώηχο, τὰ ἐπιγραφόμενα «Στιχηρὰ Ἀνατολικά» καὶ ἄλλα πολλὰ τοιαῦτα σέ διάφορες Δεσποτικές καὶ Θεομητορικές ἑορτές καὶ σέ ἄλλους Ἁγίoυς.

Σάββατο 22 Δεκεμβρίου 2018

«Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις» — Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ

Ἦχος πλ. β’ Αὐτόμελον 
Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι. 

νίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ  Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς  σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται.

Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται.

Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ  ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ  Κτίστῃ, ἥκοντι εἰς γῆν, ἐκ Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀστραφθείημεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.
Δόξα… ὅμοιον

γγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.
Καὶ νῦν… Ὅμοιον

Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν.

Πέμπτη 13 Δεκεμβρίου 2018

Ἡ Παρθένος σήμερον, τὸν Προαιώνιον Λόγον ... Προεόρτιον των Χριστουγέννων

Ἡ Παρθένος σήμερον, 
τὸν προαιώνιον Λόγον, 
ἐν Σπηλαίῳ ἔρχεται, 
ἀποτεκεῖν ἀποῤῥήτως· 
Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, 
δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων· 
βουληθέντα ἐποφθῆναι, 
παιδίον νέον, 
τὸν πρὸ αἰώνων Θεόν.
Απόδοση

Ἡ Παρθένος (Μαρία) σήμερα τὸν Λόγο
ποὺ πρὶν ἀπὸ τοὺς αἰῶνες ἦταν καὶ εἶναι
μὲς στὸ σπήλαιο ἔρχεται γιὰ νὰ (Τὸν) γεννήσει μυστικά.
Ἡ Οἰκουμένη ἄκουσε (τὸ νέο) καὶ χόρευε,
δόξασε μαζὶ μὲ τοὺς Ἀγγέλους καὶ τοὺς Βοσκούς,
τὸν πρὶν ἀπὸ τοὺς αἰῶνες (ζῶντα), Θεὸ
ἐπειδὴ θέλησε νὰ μᾶς φανερωθεῖ σὰν Νέο Παιδί.

Κυριακή 20 Μαΐου 2018

Τῶν ἁγίων Πατέρων ὁ χορός...
«τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι,
τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου»

Τῶν ἁγίων Πατέρων ὁ χορός, 
ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, 
Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, 
μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, 
καὶ τὸ μυστήριον τῆς θεολογίας, 
τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· 
οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· 
Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, 
παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, 
τοῦ νοητοῦ στερεώματος, 
τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, 
τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, 
τὰ πάγχρυσα στόματα τοῦ Λόγου, 
Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, 
ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οι 318 θεοφόροι Πατέρες, οι οποίοι συνεκρότησαν την Α΄ Οικουμενική Σύνοδο στη Νίκαια της Βιθυνίας το 325 μ.Χ. και ομολόγησαν την πίστη των Προφητών και Αποστόλων.
......
περισσότερα 
εδώ και εδώ

Πέμπτη 19 Απριλίου 2018

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις ...

Παναγία Πυροβοληθείσα – Ιερά Μονή Βατοπεδίου
Χρυσοπλοκώτατε πύργε, 
καὶ δωδεκάτειχε πόλις, 
ἠλιοστάλακτε θρόνε, 
καθέδρα τοῦ Βασιλέως, 
ἀκατανόητον θαῦμα, 
πῶς γαλουχες τὸν Δεσπότην;