Παρασκευή 26 Μαρτίου 2021

Χαιρετισμοί της Θεοτόκου - Στάση Β'

κουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θ
εοδρόμον ἀστέρα,
θεωρήσαντες Μάγοι,
τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
καὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούια.

δον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες αὐτόν,
εἰ καὶ δούλου μορφὴν ἔλαβεν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κ
ήρυκες θεοφόροι,
γεγονότες οἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμόν,
καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν·
Ἀλληλούια.

Λ
άμψας ἐν τῇ Αἰγύπτῳ,
φωτισμὸν ἀληθείας ἐδίωξας,
τοῦ ψεύδους τὸ σκότος·
τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν,
οἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μ
έλλοντος Συμεῶνος,
τοῦ παρόντος αἰῶνος,
μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος·
διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούια.

Παρασκευή 19 Μαρτίου 2021

Χαιρετισμοί της Θεοτόκου - Στάση Α'

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, 
εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· 
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, 
σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, 
καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· 
χαῖρε, δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· 
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· 
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς·
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· 
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· 
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως·
Χαῖρε, δι΄ ἧς νεουργεῖται ἡ κτίσις· 
χαῖρε, δι΄ ἧς βρεφουργειται ο Κτίστης·
Χαῖρε, νύμφη ἀνύμφευτε.

Β
λέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ 
φησὶ τῷ Γαβριὴλ θαρσαλέως· 
Τὸ παράδοξόν σου τῆς φωνῆς 
δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· 
ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων·
Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα 
ἐβόησε πρὸς τὸν λειτουργοῦντα· 
Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; 
λέξον μοι. 
πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·

Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ 
χαῖρε͵ σιγῇ δεομένων πίστις·
Χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ 
χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
Χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· 
χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν·
Χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· 
χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα·
Χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· 
χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
Χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· 
χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε 
πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· 
καὶ τὴν εὔκαρπον ταύτης νηδὺν 
ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι 
τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· 
Ἀλληλούϊα.

χουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν 
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· 
τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν 
τὸν ταύτης ἀσπασμὸν ἔχαιρε 
καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· 
χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα·
Χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· 
χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
Χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· 
χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν·
Χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· 
χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
Χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· 
χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
Χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· 
χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, 
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, 
πρὸς τὴν ἄγαμόν σε θεωρῶν, 
καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε· 
μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· 
Ἀλληλούϊα.

Δευτέρα 22 Φεβρουαρίου 2021

Τί άνταποδώσωμεν τῷ Κυρίω περί πάντων ὥν άνταπέδωκεν ἡμῖν;

Τί άνταποδώσωμεν τῷ Κυρίω περί πάντων ὥν άνταπέδωκεν ἡμῖν;
Δι΄ ἡμᾶς Θεός έν άνθρώποις διά τήν καταφθαρεῖσαν φύσιν
ὁ Λόγος σάρξ έγένετο και έσκήνωσεν έν ἡμῖν·
πρός τους άχαρίστους ὁ Εύεργέτης·
πρός τούς αίχμαλώτους ὁ Έλευθερωτής·
πρός τούς έν σκότει καθημένους ὁ Ἡλιος τῆς δικαιοσύνης έπί τόν σταυρόν ὁ άπαθής·
έπί τόν Ἅδην τό φῶς·
επί τόν θάνατον ἡ ζωή·
ἡ άνάστασις διά τούς πεσόντας·
πρός ὅν βοήσωμεν:

ὁ Θεός ἡμῶν δόξα Σοι.

«Υἱέ μου δός μοι σήν καρδίαν»

Τετάρτη 20 Ιανουαρίου 2021

Πάντων προστατεύεις, Ἀγαθή ~ Πάντων θλιβομένων η χαρά

Πάντων προστατεύεις, Ἀγαθή,
τῶν καταφευγόντων ἐν πίστει
τῇ κραταιᾷ σου χειρί·
ἄλλην γὰρ οὐκ ἔχομεν
ἁμαρτωλοὶ πρὸς Θεόν,
ἐν κινδύνοις καὶ θλίψεσιν,
ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι
ὑπὸ πταισμάτων πολλῶν,
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου·
ὅθεν σοι προσπίπτομεν·
Ῥῦσαι πάσης περιστάσεως
τοὺς δούλους σου.
Πάντων θλιβομένων η χαρά, 
και αδικουμένων προστάτις,
και πενομένων τροφή, 
ξένων Τέ παράκλησις, 
και βακτηρία τυφλών, 
ασθενούντων επίσκεψις, 
καταπονουμένων, σκέπη και αντίληψις, 
και ορφανών βοηθός, 
Μητερ του Θεού του Ύψιστου,
Συ Υπάρχεις Αχραντε σπευσον, 
δυσωπούμεν ρύσασθαι τους δούλους Σου. 
Δέσποινα, πρόσδεξε τας δεήσεις των δούλων Σου 
και λύτρωσε ημάς από πάσης ανάγκης και θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, 
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εκ παντοίων κινδύνων τούς δούλους σου φύλαττε, 
ευλογημένη Θεοτόκε, ίνα σε δοξάζωμεν, τήν ελπίδα τών ψυχών ημών.
Τη πρεσβεία, Κύριε, πάντων των Αγίων και της Θεοτόκου 
την σην ειρήνην δος ημίν και ελέησον ημάς ως μόνος οικτίρμων.
Δι' ευχών των Αγίων Πατέρων ημών, 
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. 
Αμήν.

Τετάρτη 4 Νοεμβρίου 2020

Προσευχή Μανασσή βασιλέως της Ιουδαίας

Κύριε Παντοκράτορ, ό Θεός των πατέρων ημών, τού Αβραάμ και Ισαάκ καί Ιακώβ, και τού σπέρματος αυτών του δικαίου• 
ό ποιήσας τόν ούρανόν καί τήν γήν σύν παντί τώ κόσμω αυτών ό πεδήσας τήν θάλασσαν τώ λόγω του προστάγματος σου• 
ό κλείσας τήν άβυσσον, καί σφραγισάμενος αυτήν τώ φοβερώ και ένδόξω ονόματί σου• 
όν πάντα φρίσσει καί τρέμει από προσώπου τής δυνάμεως σου• 
ότι άστεκτος ή μεγαλοπρέπεια της δόξης σου, καί ανυπόστατος ή οργή τής επί αμαρτωλοίς απειλής σου, αμέτρητόν τε καί ανεξιχνίαστον τό έλεος τής επαγγελίας σου.
 
Σύ γάρ ει Κύριος ύψιστος, εύσπλαγχνος, μακρόθυμος, καί πολυέλεος, καί μετανοών επί κακίαις ανθρώπων.
 
Σύ, Κύριε, κατά τό πλήθος τής χρηστότητός σου επηγγείλω μετάνοιαν καί άφεσιν τοις ημαρτηκόσι σοι, καί τώ πλήθει τών οικτιρμών σου ώρισας μετάνοιαν αμαρτωλοίς εις σωτηρίαν.
 
Σύ ούν, Κύριε, ό Θεός των δυνάμεων, ούκ έθου μετάνοιαν δικαίοις, τω Αβραάμ και Ισαάκ και Ιακώβ, τοις ούχ ημαρτηκόσι σοι, άλλ' έθου μετάνοιαν έπ' εμοί τω αμαρτωλώ, διότι ήμαρτον υπέρ αριθμόν ψάμμου θαλάσσης. 
 
Επλήθυναν αι ανομίαι μου, Κύριε, επλήθυναν αί ανομίαι μου, και ούκ ειμί άξιος ατενίσαι και ιδείν τό ύψος του ουρανού, από του πλήθους των αδικιών μου, κατακαμπτόμενος πολλώ δεσμώ σιδηρώ, εις τό μή ανανεύσαι τήν κεφαλήν μου, και ούκ έστι μοι άνεσις• 
διότι παρώργισα τόν θυμόν σου, καί τό πονηρόν ενώπιον σου εποίησα, μή ποιήσας τό θέλημα σου, και μή φυλάξας τά προστάγματα σου. 
 
Καί νυν κλίνω γόνυ καρδίας, δεόμενος της παρά σου χρηστότητας. 
Ημάρτηκα, Κύριε, ημάρτηκα, καί τάς ανομίας μου εγώ γινώσκω άλλ' αιτούμαι δεόμενος. 
 
Άνες μοι, Κύριε, άνες μοι, καί μή συναπολέσης με ταις άνομίαις μου, μηδέ εις τόν αιώνα μηνίσας τήρησης τά κακά μοι, μηδέ καταδικάσης με έν τοις κατωτάτοις της γης• 
διότι σύ ει Θεός, Θεός τών μετανοούντων, καί έν εμοί δείξεις πάσαν τήν αγαθωσύνην σου• 
ότι ανάξιον όντα, σώσεις με κατά τό πολύ έλεος σου, καί αινέσω σε διά παντός έν ταις ημέραις τής ζωής μου. 
 
Ότι σέ υμνεί πάσα ή δύναμις τών ουρανών καί σού έστιν ή δόξα εις τους αιώνας τών αιώνων. 
Αμήν.
Το Μέγα Απόδειπνο, περιλαμβάνει πολλά παλαιοδιαθηκικά κείμενα, κυρίως Ψαλμούς. Ένα κείμενο κεφαλαιώδους σημασίας, αλλά συνάμα άγνωστο στους πολλούς, είναι η «Προσευχή του Μανασσή, βασιλέως της Ιουδαίας». Έτσι επιγράφεται στο κείμενο που υπάρχει στο Μέγα Ωρολόγιον. Το διαβάζει ο λειτουργός και όχι ο αναγνώστης. Αποτελεί συμπλήρωμα της διηγήσεως του Β΄ Παραλειπομένων λγ΄11-13,18. 

Ποιος είναι ο Μανασσής; Το πιο πάνω βιβλίο της Π. Διαθήκης μας πληροφορεί ότι πρόκειται για το γιο και διάδοχο του ευλαβούς βασιλέως της Ιουδαίας Εζεκίου,που βασίλευσε στην Ιερουσαλήμ από τα 12 του χρόνια, στις αρχές του 7ου π.Χ. αιώνος και κάθισε στο Θρόνο 55 ολόκληρα χρόνια. Δεν έμοιασε του πατέρα του αλλά, τουναντίον, προώθησε την ειδωλολατρία. Καταδίωξε τους προφήτες και την εποχή του μαρτύρησε ο προφήτης Ησαΐας, που κρύφτηκε σ’ ένα κούφιο δέντρο για ν’ αποφύγει τους διώκτες του. Αυτοί τον εντόπισαν και πριόνισαν μαζί με το δέντρο τον Προφήτη. Μετά την τιμωρία του μέσω των Ασσυρίων μετενόησε έμπρακτα ο Βασιλιάς και προσευχήθηκε προς το Θεό κι ο Θεός τον άκουσε. Στο κείμενο αυτό ο Βασιλιάς θυμάται ότι ο Θεός είναι ο δημιουργός του κόσμου και παντοδύναμος. Όμως, συν τοις άλλοις, είναι σπλαχνικός και πολυέλεος και συγχωρεί τους αμαρτωλούς. Συγκρίνει τον εαυτό του με τους Προπάτορες, τον Αβραάμ, τον Ισαάκ και τον Ιακώβ και συγκλονίζεται εφόσον νιώθει πόσο μεγάλο είναι το πλήθος των αμαρτιών του. Είναι βαθύτατα συντετριμένος και παρακαλεί το Θεό να τον συγχωρέσει. Η προσευχή αυτή, που είναι κραυγή μετανοίας και μπορεί να συγκριθεί με τον Ν΄ Ψαλμό του Δαυίδ, μας βοηθά να έλθουμε σε κατάνυξη, δηλαδή διάθεση μετάνοιας. "Πολλά γαρ πταίωμεν άπαντες», όπως δηλώνει ο Άγιος Ιάκωβος ο Αδελφόθεος στην Καθολική του Επιστολή. Γι’ αυτό περιλαμβάνεται σε πολλά χειρόγραφα των Ο΄, αλλά και της Βουλγάτα (Λατινικής μετάφρασης της Π.Δ.), όπως κι άλλων μεταφράσεων, όπως της Αιθιοπικής, της Σλαβoνικής κτλ.. Οι «Αποστολικές Διαταγές» την περιλαμβάνουν, όπως και το Μέγα Ωρολόγιον. Το κείμενο αυτό, άσκησε μεγάλη επίδραση στους Πατέρες της Εκκλησίας κι όχι μόνο. Λόγω του συγκλονιστικού του περιεχομένου το κείμενο αυτό το συναντάμε και στα συριακά (αραμαϊκά), κοπτικά, εβραϊκά κι αρμενικά. Περιλαμβάνεται επίσης στη μοντέρνα αγγλική έκδοση της Αγιας Γραφής New Revised Standard Version. Ιδού καιρός ευπρόσδεκτος, ιδού καιρός μετανοίας.
  
Του κ. Ανδρέα Κυριακού

Παρασκευή 30 Οκτωβρίου 2020

Κανὼν Ἰκετήριος εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν

Ποίημα Θεοκτίστου μοναχοῦ τοῦ Στουδίτου

(πρὸ ἑκάστου τροπαρίου ὅλων τῶν ᾠδῶν λέγομεν·
«Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι», πλὴν τῶν Δόξα, καὶ νῦν)

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μακρόθυμε, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα, Ἰησοῦ καὶ γλύκανον, τὴν καρδίαν μου Πολυέλεε δέομαι, Ἰησοῦ Σωτήρ μου, ἵνα μεγαλύνω Σε σῳζόμενος.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ διάνοιξον, τῆς μετανοίας μοι πύλας Φιλάνθρωπε, Ἰησοῦ καὶ δέξαι με, Σοὶ προσπίπτοντα, καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ Σωτήρ μου, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ ἐξάρπασον, ἐκ τῆς χειρὸς τοῦ δολίου Βελίαρ με, Ἰησοῦ καὶ ποίησον, δεξιὸν κἀμὲ παραστάτην τῆς δόξης Σου, Ἰησοῦ Χριστέ μου, μοίρας εὐωνύμου λυτρωσάμενος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Ἰησοῦν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον, ὑπὲρ ἀχρείων ἱκετῶν Πανάχραντε, ὅπως τῆς κολάσεως, ταῖς πρεσβείαις Σου λυτρωθῶμεν ἀμόλυντε, οἱ μεμολυσμένοι, δόξης ἀϊδίου ἀπολαύσαντες.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.

Εἰσάκουσον φιλάνθρωπε Ἰησοῦ μου, τοῦ δούλου Σου βοῶντος ἐν κατανύξει· καὶ ῥῦσαι Ἰησοῦ με τῆς καταδίκης, καὶ τῆς κολάσεως, μόνε μακρόθυμε, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Ὑπόδεξαι τὸν δοῦλόν Σου, Ἰησοῦ μου, προσπίπτοντα σὺν δάκρυσιν, Ἰησοῦ μου· καὶ σῶσον Ἰησοῦ μου μετανοοῦντα, καὶ τῆς γεένης με, Δέσποτα λύτρωσαι, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὸν χρόνον Ἰησοῦ μου, ὅν δέδωκάς μοι, εἰς πάθη ἐδαπάνησα Ἰησοῦ μου· διό με Ἰησοῦ μου μὴ ἀποῤῥίψης, ἀλλ᾿ ἀνακάλεσαι, δέομαι Δέσποτα, Ἰησοῦ γλυκύτατε, καὶ διάσωσον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Παρθένε ἡ τεκοῦσα τὸν Ἰησοῦν μου, ἱκέτευε ῥυσθῆναι με τῆς γεέννης, ἡ μόνη προστασία τῶν θλιβομένων, Θεοχαρίτωτε, καὶ καταξίωσον, τῆς ζωῆς Πανάμωμε τῆς ἀγήρω με.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Σωτήρ μου Ἰησοῦ, ὁ τὸν Ἄσωτον σώσας, Σωτήρ μου Ἰησοῦ, ὁ δεξάμενος Πόρνην, κἀμὲ νῦν ἐλέησον, Ἰησοῦ πολυέλεε· σῶσον οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὥσπερ ᾤκτειρας, τὸν Μανασσῆν Ἰησοῦ μου, ὡς μόνος Φιλάνθρωπος.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.

Θεράπευσον, Ἰησοῦ μου ψυχῆς μου τὰ τραύματα, Ἰησοῦ μου δέομαι, καὶ τῆς χειρός με ἐξάρπασον, Ἰησοῦ μου εὔσπλαγχνε, τοῦ ψυχοφθόρου Βελίαρ, καὶ διάσωσον.

Ἡμάρτηκα, Ἰησοῦ μου γλυκύτατε εὔσπλαγχνε, Ἰησοῦ μου σῶσόν με, τὸν προσφυγόντα τῇ σκέπῃ Σου, Ἰησοῦ μακρόθυμε, καὶ Βασιλείας τῆς Σῆς με καταξίωσον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Οὐχ ἥμαρτεν, Ἰησοῦ μου οὐδεὶς ὥσπερ ἥμαρτον, ἐγὼ ὁ ταλαίπωρος· νῦν δὲ προσπίπτω δεόμενος· Ἰησοῦ μου σῶσόν με, καὶ τὴν ζωὴν Ἰησοῦ μου κληροδότησον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Πανύμνητε, Ἰησοῦν ἡ γεννήσασα Κύριον, Αὐτὸν καθικέτευε, τοῦ λυτρωθῆναι κολάσεως, πάντας τοὺς ὑμνοῦντάς Σε, καὶ Θεοτόκον κυρίως ὀνομάζοντας.

ᾨδὴ ε΄. Ὁ φωτισμὸς τῶν ἐν σκότει.

Σὺ φωτισμός, Ἰησοῦ μου νοός μου, Σὺ σωτηρία, τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ, Σὺ Ἰησοῦ μου, τῆς κολάσεως ῥῦσαι, καὶ γεέννης ἐμὲ κραυγάζοντα· Σῶσον Ἰησοῦ μου, Χριστέ με τὸν ἄθλιον.

Ὁλοσχερῶς, Ἰησοῦ μου, πρὸς πάθη τῆς ἀτιμίας, καταβεβλημένος ἤδη κραυγάζω· Σὺ Ἰησοῦ μου, βοηθείας μοι χεῖρα, καταπέμψας ἔκσπασον κράζοντα· Σῶσον Ἰησοῦ μου, Χριστέ με τὸν ἄθλιον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Βέβηλον νοῦν, Ἰησοῦ περιφέρων ἀναβοῶ Σοι· Κάθαρον τοῦ ῥύπου με τῶν πταισμάτων, καὶ λύτρωσαί με τὸν εἰς βάθη κακίας, ἐξ ἀγνωσίας κατολισθήσαντα, Σῶτερ Ἰησοῦ μου, καὶ σῶσόν με δέομαι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Τὸν Ἰησοῦν, ἡ γεννήσασα Κόρη Θεοκυῆτορ, Τοῦτον ἐκδυσώπει σωθῆναι πάντας τοὺς ὀρθοδόξους, μοναστὰς καὶ μιγάδας, καὶ γεέννης ῥυσθῆναι κράζοντας· πλήν Σου προστασίαν, βεβαίαν οὐκ ἔγνωμεν.

ᾨδὴ Ϛ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Ἰησοῦ μου Χριστὲ πολυέλεε, ἐξομολογούμενον δέξαι με Δέσποτα, ὦ Ἰησοῦ καὶ σῶσόν με, καὶ φθορᾶς Ἰησοῦ με ἐξάρπασον.

Ἰησοῦ μου οὐ γέγονεν ἕτερος, ἄσωτος οὐδείς, ὡς ἐγὼ ὁ ταλαίπωρος, ὦ Ἰησοῦ Φιλάνθρωπε· ἀλλὰ Σὺ Ἰησοῦ με διάσωσον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἰησοῦ μου καὶ Πόρνην καὶ Ἄσωτον, καὶ τὸν Μανασσῆν καὶ Τελώνην νενίκηκα, ὦ Ἰησοῦ μου πάθεσι, καὶ Λῃστήν, Ἰησοῦ, Νινευΐτας τε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Ἰησοῦν τὸν Χριστόν μου κυήσασα, Ἄχραντε Παρθένε, ἡ μόνη ἀμόλυντος, μεμολυσμένον ὄντα με, πρεσβειῶν Σου ὑσσώπῳ νῦν κάθαρον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἰησοῦ γλυκύτατε, τὸ φῶς τοῦ κόσμου, τῆς ψυχῆς μου φώτισον, τοὺς ὀφθαλμούς, Υἱὲ Θεοῦ, τῇ θεαυγεῖ Σου λαμπρότητι, ἵνα ὑμνῶ Σε τὸ φῶς τὸ ἀνέσπερον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Χριστὲ Ἰησοῦ, οὐδεὶς ἥμαρτεν ἐν γῇ ἐκ τοῦ αἰῶνος, ὦ Ἰησοῦ μου, ὥσπερ ἥμαρτον, ἐγὼ ὁ τάλας καὶ ἄσωτος· ὅθεν Ἰησοῦ μου βοῶ Σοι· μελῳδοῦντα με οἴκτηρον, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Χριστὲ Ἰησοῦ, ἐν τῷ φόβῳ Σου βοῶ καθήλωσόν με, ὦ Ἰησοῦ μου καὶ κυβέρνησον, νῦν πρὸς λιμένα τὸν εὔδιον, ὅπως Ἰησοῦ μου οἰκτίρμον, μελῳδῶ Σοι σῳζόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Χριστὲ Ἰησοῦ, μυριάκις ὑπεσχέθην Σοι ὁ τάλας, ὦ Ἰησοῦ μου τὴν μετάνοιαν, ἀλλ᾿ ἐψευσάμην ὁ ἄθλιος. Ὅθεν Ἰησοῦ μου βοῶ Σοι· τὴν ἀναίσθητον μένουσαν, ψυχήν μου φώτισον Χριστέ, ὁ τῶν Πατέρων Θεός.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Χριστὸν Ἰησοῦν, ἡ γεννήσασα φρικτῶς καὶ ὑπὲρ φύσιν, Αὐτὸν δυσώπει Παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα, πάντα συγχωρῆσαί μοι Κόρη, ἵνα κράζω σῳζόμενος· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Σὲ Ἰησοῦ μου δυσωπῶ· ὡς τὴν Πόρνην Ἰησοῦ μου ἐλυτρώσω, τῶν πολλῶν ἐγκλημάτων, οὕτω κἀμὲ Ἰησοῦ, Χριστέ μου λύτρωσαι καὶ κάθαρον, τὴν ῥερυπωμένην ψυχήν μου Ἰησοῦ μου.

Καθυποκύψας Ἰησοῦ, ταῖς ἀλόγοις ἡδοναῖς, ἄλογος ὤφθην, καὶ τοῖς κτήνεσιν ὄντως, ὦ Ἰησοῦ μου, οἰκτρῶς, ὁ τάλας Σῶτερ ἀφωμοίωμαι· ὅθεν Ἰησοῦ με τῆς ἀλογίας ῥῦσαι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Περιπεσὼν ὦ Ἰησοῦ, ψυχοφθόροις ἐν λῃσταῖς ἀπεγυμνώθην, τὴν στολὴν Ἰησοῦ μου, τὴν θεοΰφαντον νῦν, καὶ κεῖμαι μώλωψι κατάστικτος· ἔλαιον Χριστέ μου ἐπίχεε καὶ οἶνον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Τὸν Ἰησοῦν μου καὶ Θεόν, ἡ βαστάσασα Χριστὸν ἀνερμηνεύτως, Θεοτόκε Μαρία, Τοῦτον δυσώπει ἀεί, κινδύνων σῴζεσθαι τοὺς δούλους Σου, καὶ τοὺς ὑμνητάς Σου ἀπείρανδρε Παρθένε.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Τὸν Μανασσῆν Ἰησοῦ μου, τὸν Τελώνην, τὴν Πόρνην, τὸν Ἄσωτον οἰκτίρμον Ἰησοῦ, καὶ τὸν Λῃστὴν ὑπερβέβηκα, Ἰησοῦ μου ἐν ἔργοις, αἰσχίστοις καὶ ἀτόποις Ἰησοῦ· ἀλλὰ Σὺ Ἰησοῦ μου, προφθάσας με διάσωσον.

Τοὺς ἐξ Ἀδὰμ Ἰησοῦ μου, ἁμαρτήσαντας πάντας, πρὸ νόμου καὶ ἐν νόμῳ Ἰησοῦ, καὶ μετὰ νόμον ὁ ἄθλιος, Ἰησοῦ μου καὶ χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς· ἀλλὰ Σὺ Ἰησοῦ μου, τοῖς κρίμασί Σου σῶσόν με.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Μὴ χωρισθῶ Ἰησοῦ μου, τῆς ἀφράστου Σου δόξης, μὴ τύχω τῆς μερίδος Ἰησοῦ, τῆς εὐωνύμου γλυκύτατε, Ἰησοῦ· ἀλλὰ Σύ με, τοῖς δεξιοῖς προβάτοις Σου Χριστέ, Ἰησοῦ μου συντάξας, ἀνάπαυσον ὡς εὔσπλαγχνος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Τὸν Ἰησοῦν Θεοτόκε, ὅν ἐβάστασας μόνη, ἀπείρανδρε Παρθένε Μαριάμ, Τοῦτον Ἁγνὴ ἐξιλέωσε, ὡς Υἱόν Σου καὶ Κτίστην, ῥυσθῆναι τοὺς προστρέχοντας εἰς Σέ, πειρασμῶν καὶ κινδύνων, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος.

Στιχηρὰ προσόμοια.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία, Ἰησοῦ ἡ κάθαρσις, τοῦ νοός μου, Δέσποτα πολυέλεε· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου παντοδύναμε, μὴ καταλίπῃς με, Σῶτερ Ἰησοῦ με ἐλέησον· καὶ λύτρωσαι κολάσεως, πάσης Ἰησοῦ καὶ ἀξίωσον, τῆς τῶν σῳζομένων, μερίδος Ἰησοῦ μου τῷ χορῷ, τῶν ἐκλεκτῶν Σου μὲ σύνταξον, Ἰησοῦ φιλάνθρωπε.

Ἰησοῦ γλυκύτατε, τῶν Ἀποστόλων ἡ δόξα, Ἰησοῦ μου καύχημα, τῶν Μαρτύρων Δέσποτα παντοδύναμε· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὡραιότατε, τόν Σοὶ προστρέχοντα, Σῶτερ Ἰησοῦ με ἐλέησον, πρεσβείαις τῆς τεκούσης Σε, πάντων Ἰησοῦ τῶν Ἁγίων Σου, Προφητῶν τε πάντων, Σωτήρ μου Ἰησοῦ, καὶ τῆς τρυφῆς, τοῦ Παραδείσου ἀξίωσον, Ἰησοῦ πανάγαθε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἰησοῦ γλυκύτατε, τῶν μοναζόντων τὸ κλέος, Ἰησοῦ μακρόθυμε, Ἀσκητῶν ἐντρύφημα καὶ καλλώπισμα· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου πολυέλεε, χειρὸς ἐξάρπασον, Σῶτερ Ἰησοῦ με τοῦ δράκοντος, καὶ τούτου τῶν παγίδων με, Σῶτερ Ἰησοῦ ἐλευθέρωσον, λάκκου κατωτάτου, Σωτήρ μου Ἰησοῦ ἀναγαγών, καὶ δεξιοῖς συναρίθμησον, Ἰησοῦ προβάτοις με.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Μὴ καταπιστεύσης με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου Σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν Δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδέ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν Σου, Δέσποινα τοῦ Κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Δέσποτα Χριστέ, ὁ Θεός, ὁ τοῖς πάθεσί Σου τὰ πάθη μου θεραπεύσας, καὶ τοῖς τραύμασί Σου τὰ τραύματά μου ἰατρεύσας, χάρισαί μοι τῷ πολλὰ Σοι πταίσαντι δάκρυα κατανύξεως· συγκέρασόν μου τὸ σῶμα, ἀπὸ ὀσμῆς τοῦ ζωοποιοῦ σώματός Σου, καὶ γλύκανόν μου τὴν ψυχήν, τῷ Σῷ Τιμίῳ Αἵματι, ἀπὸ τῆς πικρίας, ἥν με ὁ ἀντίδικος ἐπότισεν. Ὕψωσόν μου τὸν νοῦν πρὸς Σέ, κάτω ἑλκυσθέντα, καὶ ἀνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας· ὅτι οὐκ ἔχω μετάνοιαν, οὐκ ἔχω κατάνυξιν, οὐκ ἔχω δάκρυον παρακλητικόν, τὰ ἐπανάγοντά με τέκνα πρὸς τὴν ἰδίαν κληρονομίαν. Ἐσκότισμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς Σὲ ἐν ὀδύνῃ, οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς Σὲ ἀγάπης. Ἀλλά, Δέσποτα Κύριε, Ἰησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον, καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν Σου· χάρισαί μοι τὴν χάριν Σου, καὶ ἀνακαίνισον ἐν ἐμοὶ τὰς μορφὰς τῆς Σῆς εἰκόνος. Κατέλιπόν Σε μὴ μὲ ἐγκαταλίπῃς· ἔξελθε εἰς ἀναζήτησίν μου, ἐπανάγαγέ με πρὸς τὴν νομήν Σου, συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς Σου ποίμνης, καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων Σου Μυστηρίων· πρεσβείαις τῆς πανάγνου Μητρός Σου καὶ πάντων τῶν Ἁγίων Σου. Ἀμήν.

agiosthomas.gr

Σάββατο 24 Οκτωβρίου 2020

Παναγία «Η χαρά των θλιβομένων»

Πάντων θλιβομένων ἡ χαρά,
καὶ ἀδικουμένων προστάτις,
Πάντων, προστατεύεις ἀγαθή,
τῶν καταφευγόντων ἐν πίστει,
τῇ κραταιᾷ σου χειρί·
ἄλλην γὰρ οὐκ ἔχομεν,
ἁμαρτωλοὶ πρὸς Θεόν,
ἐν κινδύνοις καὶ θλίψεσιν,
ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν,
Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου·
ὅθεν σοι προσπίπτομεν ῥῦσαι,
πάσης περιστάσεως τοὺς δούλους σου.

Πάντων θλιβομένων ἡ χαρά,
καὶ ἀδικουμένων προστάτις,
καὶ πενομένων τροφή,
ξένων τε παράκλησις,
καὶ βακτηρία τυφλῶν,
ἀσθενούντων ἐπίσκεψις,
καταπονουμένων σκέπη καὶ ἀντίληψις,
καὶ ὀρφανῶν βοηθός,
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου,
σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον,
δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Τρίτη 11 Αυγούστου 2020

«Ἁγνὴ Παρθένε Δέσποινα» - Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας

Ο ύμνος «Ἁγνὴ Παρθένε Δέσποινα» είναι ένας μη λειτουργικός ύμνος, που συνέθεσε ο Άγιος Νεκτάριος Αιγίνης τον 19ο αιώνα μ.Χ., κατά τη διάρκεια της θητείας του ως διευθυντής της Θεολογική Σχολής στην Ριζάρειο της Αθήνας.

Η παράδοση θέλει την Παρθένο να εμφανίζεται ενώπιον του Αγίου Νεκταρίου στο μοναστήρι της Αίγινας, και να του ζητάει να καταγράψει σε χαρτί έναν ιδιαίτερο ύμνο, όπου οι αγγελικές χορωδίες ήταν έτοιμες να το ψάλλουν. 

Αυτός ο Ύμνος ήταν ο «Ἁγνὴ Παρθένε Δέσποινα».
(Ἀπὸ Ὠδὴ β') Ἦχος πλ.α΄
Ἁγνὴ Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Παρθένε Μήτηρ Ἄνασσα, Πανένδροσέ τε πόκε, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

youtube

Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαρὰ Παρθενικῶν Χορῶν, Ἀγγέλων ὑπερτέρα, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

youtube

(Ἀπὸ Ὠδὴ ε')
Μαρία Ἀειπάρθενε, Κόσμου παντὸς Κυρία, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Ἄχραντε Νύμφη πάναγνε, Δέσποινα Παναγία, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

Μαρία Νύμφη Ἄνασσα, χαρᾶς ἡμῶν αἰτία, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Κόρη σεμνὴ Βασίλισσα, Μήτηρ ὑπεραγία, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Τῶν ἀσωμάτων Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ δ')
Χαῖρε τὸ ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαῖρε ᾠδὴ τῶν Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθασίας, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαῖρε τὸ ξύλον τῆς ζωῆς, Πηγὴ ἀθανασίας, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ ε')

Σὲ ἱκετεύω Δέσποινα, Σὲ νῦν ἐπικαλοῦμαι, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Σὲ δυσωπῶ Παντάνασσα, Σὴν χάριν ἑξαιτοῦμαι, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ β')

Κορὴ σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
ἐπάκουσόν μου ἄχραντε, κόσμου παντὸς Κυρία, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπὸ Ὠδὴ ε')
Ἀντιλαβοῦ μου ρύσαι με, ἀπὸ τοῦ πολεμίου, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Καὶ κληρονόμον δεῖξον με, ζωῆς τῆς αἰωνίου, 
Χαῖρε Νύμφη Ἀνύμφευτε.

saint

Κυριακή 3 Μαΐου 2020

Στιχηρά του Πάσχα

Στιχηρά
Ἦχος πλ. α'

Στίχος: Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, 
καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, 
Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, 
Πάσχα πανσεβάσμιον, 
Πάσχα Χριστὸς ὁ λυτρωτής, 
Πάσχα ἄμωμον, Πάσχα μέγα, 
Πάσχα τῶν πιστῶν, 
Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, 
Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχος: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, 
ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, 
καὶ τῇ Σιὼν εἴπατε· 
Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, 
τῆς Ἀναστάσεως Χριστοῦ, 
τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, 
τὸν Βασιλέα Χριστόν, 
θεασαμένη ἐκ τοῦ μνήματος,
 ὡς νυμφίον προερχόμενον.
Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, 
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, 
ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, 
εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, 
καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· 
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 
τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; 
ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχος
: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, 
ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, 
Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, 
Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, 
ὦ Πάσχα λύτρον λύπης· 
καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, 
ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· 
Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νῦν...

Ἀναστάσεως ἡμέρα, 
καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, 
καὶ ἀλλήλους περιπτυξώμεθα. 
Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· 
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, 
καὶ οὕτω βοήσωμεν· 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, 
θανάτῳ θάνατον πατήσας, 
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.