Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον,
καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ,
καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον,
εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν·
Οἴμοι, γλυκύτατε Ἰησοῦ!
ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος,
ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο,
καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα·
ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον·
πῶς σε κηδεύσω Θεέ μου;
ἢ πῶς σινδόσιν εἱλήσω;
ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα;
ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον;
Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου,
σὺν τῇ Ἀναστάσει, κραυγάζων·
Κύριε δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου